Ancient Greek · ~7 min
388 to 394
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 388-394
Not analysed yet
γενομένων δʼ αὐτοῖς ὅρκων καὶ συνθηκῶν πολλὰ δωρησάμενος αὐτῷ Ἄχαβος ἀπέπεμψεν εἰς τὴν ἰδίαν βασιλείαν. καὶ τὰ μὲν περὶ τῆς Ἀδάδου τοῦ Σύρων βασιλέως στρατείας ἐπὶ Ἄχαβον καὶ τοὺς Ἰσραηλίτας τοιοῦτον ἔσχε τὸ τέλος. Προφήτης δέ τις τοὔνομα Μιχαίας προσελθών τινι τῶν Ἰσραηλιτῶν ἐκέλευεν αὐτὸν εἰς τὴν κεφαλὴν πλῆξαι· τοῦτο γὰρ ποιήσειν κατὰ βούλησιν τοῦ θεοῦ. τοῦ δὲ μὴ πεισθέντος προεῖπε παρακούσαντα τῶν τοῦ θεοῦ προσταγμάτων λέοντι περιτυχόντα διαφθαρήσεσθαι. συμβάντος τούτου τἀνθρώπῳ πρόσεισιν ἑτέρῳ πάλιν ὁ προφήτης ταὐτὸ προστάσσων. πλήξαντος δʼ ἐκείνου καὶ θραύσαντος αὐτοῦ τὸ κρανίον καταδησάμενος τὴν κεφαλὴν προσῆλθε τῷ βασιλεῖ λέγων αὐτῷ συνεστρατεῦσθαι καὶ παραλαβεῖν ἐπὶ φυλακῇ τινα τῶν αἰχμαλώτων παρὰ τοῦ ταξιάρχου, φυγόντος δʼ αὐτοῦ κινδυνεύειν ὑπὸ τοῦ παραδεδωκότος ἀποθανεῖν· ἀπειλῆσαι γὰρ αὐτὸν εἰ διαφύγοι ὁ αἰχμάλωτος ἀποκτείνειν. δίκαιον δὲ φήσαντος Ἀχάβου τὸν θάνατον εἶναι λύσας τὴν κεφαλὴν ἐπιγινώσκεται ὑπʼ αὐτοῦ Μιχαίας ὁ προφήτης ὤν. ἐκέχρητο δὲ σοφίσματι πρὸς αὐτὸν τῷ γενομένῳ πρὸς τοὺς μέλλοντας λόγους· εἶπε γάρ, ὁ θεὸς ἀφέντʼ αὐτὸν διαδράναι τὴν τιμωρίαν Ἄδαδον τὸν βλασφημήσαντα εἰς αὐτὸν μετελεύσεται καὶ ποιήσει σεαυτὸν μὲν ἀποθανεῖν ὑπʼ ἐκείνου, τὸν δὲ λαὸν ὑπὸ τῆς στρατιᾶς αὐτοῦ. παροξυνθεὶς δʼ Ἄχαβος πρὸς τὸν προφήτην τὸν μὲν ἐγκλεισθέντα φυλάττεσθαι ἐκέλευσε, συγκεχυμένος δʼ αὐτὸς ἐπὶ τοῖς Μιχαίου λόγοις ἀνεχώρησεν εἰς τὴν οἰκείαν. Καὶ Ἄχαβος μὲν ἐν τούτοις ἦν· ἐπάνειμι δὲ ἐπὶ τὸν Ἱεροσολύμων βασιλέα Ἰωσάφατον, ὃς αὐξήσας τὴν βασιλείαν καὶ δυνάμεις ἐν ταῖς πόλεσι ταῖς ἐν τῇ τῶν ὑπηκόων χώρᾳ καταστήσας οὐδὲν ἧττον Ἀβία τοῦ πάππου καταληφθείσης τῆς Ἐφράμου κληρουχίας Ἱεροβάμου βασιλεύοντος τῶν δέκα φυλῶν φρουρὰς ἐγκαθίδρυσεν. ἀλλʼ εἶχεν εὐμενές τε καὶ συνεργὸν τὸ θεῖον δίκαιος ὢν καὶ εὐσεβὴς καὶ τί καθʼ ἑκάστην ἡμέραν ἡδὺ ποιήσει καὶ προσηνὲς τῷ θεῷ ζητῶν. ἐτίμων δʼ αὐτὸν οἱ πέριξ βασιλικαῖς δωρεαῖς, ὡς πλοῦτόν τε ποιῆσαι βαθύτατον καὶ δόξαν ἄρασθαι μεγίστην.