Ancient Greek · ~2 min
Τάδε ἔνεστιν ἐν τῇ ὀγδόῃ τῶν Ἰωσήπου ἱστοριῶν τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας.
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 387
Not analysed yet
Ἄχαβος δʼ ἐπιδοὺς αὐτῷ τὴν δεξιὰν ἀναβιβάζει ἐπὶ τὸ ἅρμα καὶ καταφιλήσας θαρρεῖν ἐκέλευε καὶ μηδὲν τῶν ἀτόπων προσδοκᾶν, Ἄδαδος δʼ εὐχαρίστει καὶ παρʼ ὅλον τὸν τοῦ ζῆν χρόνον ἀπομνημονεύσειν τῆς εὐεργεσίας ὡμολόγει καὶ τὰς πόλεις τῶν Ἰσραηλιτῶν, ἃς ἀπήνεγκαν οἱ πρὸ αὐτοῦ βασιλεῖς, ἀποδώσειν ἐπηγγείλατο καὶ Δαμασκὸν ὥστε ἐξελαύνειν εἰς αὐτήν, καθὼς καὶ οἱ πατέρες αὐτοῦ εἰς Σαμάρειαν εἶχον τοῦτο ποιεῖν, ἀνήσειν.