Ancient Greek · ~7 min
51 to 57
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 51-6-57
Not analysed yet
ταῦτα δʼ ἔπραττε σοφίᾳ καὶ ἐπινοίᾳ τῆς φύσεως χρώμενος καὶ τῇ τῶν πρεσβυτέρων πειθόμενος συμβουλίᾳ καὶ παραδόσει· τοῖς γὰρ νόμοις κατακολουθῶν ὡς περὶ τὴν τάξιν τῆς πόλεως καὶ περὶ τὸ θεῖον εὐσεβείας εὐοδεῖν τε συνέβαινε διὰ τὴν τῶν πρώτων παρανομίαν μὴ τυγχάνειν ἀλλʼ ἐξηφανίσθαι· περιιὼν γὰρ ὁ βασιλεὺς καὶ τὴν πόλιν καὶ τὴν χώραν ἅπασαν τά τε ἄλση τὰ τοῖς ξενικοῖς ἀνειμένα θεοῖς ἐξέκοψε καὶ τοὺς βωμοὺς αὐτῶν κατέσκαψεν, εἴ τι δʼ ἀνάθημα τούτοις ὑπὸ τῶν προγόνων ἀνέκειτο περιυβρίζων κατέσπα. καὶ τούτῳ τῷ τρόπῳ τὸν λαὸν ἀπὸ τῆς περὶ αὐτοὺς δόξης εἰς τὴν τοῦ θεοῦ θρησκείαν ἐπέστρεψε καὶ τὰς συνήθεις ἐπέφερε θυσίας αὐτοῦ τῷ βωμῷ καὶ τὰς ὁλοκαυτώσεις. ἀπέδειξε δέ τινας κριτὰς καὶ ἐπισκόπους, ὡς ἂν διοικοῖεν τὰ παρʼ ἑκάστοις πράγματα περὶ παντὸς τὸ δίκαιον ποιούμενοι καὶ τῆς ψυχῆς οὐκ ἔλασσον αὐτὸ περιέποντες. διαπέμψας δὲ κατὰ πᾶσαν τὴν χώραν χρυσὸν καὶ ἄργυρον τοὺς βουλομένους ἐκέλευε κομίζειν εἰς ἐπισκευὴν τοῦ ναοῦ, ὅσον τις ἢ προαιρέσεως ἢ δυνάμεως ἔχει. κομισθέντων δὲ τῶν χρημάτων τῆς ἐπιμελείας τοῦ ναοῦ καὶ τῆς εἰς τοῦτο δαπάνης προύστησε τόν τʼ ἐπὶ τῆς πόλεως Ἀμασίαν καὶ τὸν γραμματέα Σαφᾶν καὶ τὸν γραφέα τῶν ὑπομνημάτων Ἰωάτην καὶ τὸν ἀρχιερέα Ἐλιακίαν, οἳ μηδὲν ὑπερθέσει μηδὲ ἀναβολῇ δόντες ἀρχιτέκτονας καὶ πάνθʼ ὅσα πρὸς τὴν ἐπισκευὴν χρήσιμα παρασκευάσαντες εἴχοντο τῶν ἔργων. καὶ ὁ μὲν ναὸς οὕτως ἐπισκευασθεὶς τὴν τοῦ βασιλέως εὐσέβειαν φανερὰν ἐποίησεν. Ὄγδοον δʼ ἤδη καὶ δέκατον τῆς βασιλείας ἔτος ἔχων πέμπει πρὸς Ἐλιακίαν τὸν ἀρχιερέα κελεύων τὸ περισσὸν χωνεύσαντα ποιῆσαι κρατῆρας καὶ σπονδεῖα καὶ φιάλας εἰς τὴν διακονίαν, ἔτι δὲ καὶ ὅσος ἂν ᾖ χρυσὸς ἐν τοῖς θησαυροῖς καὶ ἄργυρος καὶ τοῦτον προκομίσαντας εἰς τοὺς κρατῆρας ὁμοίως καὶ τὰ τοιαῦτα σκεύη δαπανῆσαι.