Ancient Greek · ~1 min
Τάδε ἔνεστιν ἐν τῇ δεκάτῃ βίβλῳ τῶν Ἰωσήπου ἱστοριῶν τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας.
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 58-3
Not analysed yet
προκομίζων δὲ τὸν χρυσὸν ὁ ἀρχιερεὺς Ἐλιακίας ἐντυγχάνει ταῖς ἱεραῖς βίβλοις ταῖς Μωυσέος ἐν τῷ ναῷ κειμέναις καὶ προκομίσας δίδωσι τῷ γραμματεῖ Σαφᾷ. ὁ δὲ ἀναγνοὺς παραγίνεται πρὸς τὸν βασιλέα καὶ πάντα ὅσα κελεύει γενέσθαι τέλος ἔχοντα ἐδήλου, παρανέγνω δʼ αὐτῷ καὶ τὰς βίβλους .