Ancient Greek · ~2 min
Τάδε ἔνεστιν ἐν τῇ δεκάτῃ βίβλῳ τῶν Ἰωσήπου ἱστοριῶν τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας.
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 60-3
Not analysed yet
ἀκούσασα δʼ ἡ προφῆτις παρὰ τῶν πεμφθέντων ταῦτα διʼ αὐτῶν ὧν ἐπέστειλεν ὁ βασιλεὺς ἐκέλευσεν αὐτοὺς ἀπελθόντας πρὸς τὸν βασιλέα λέγειν, ὅτι τὸ μὲν θεῖον ἤδη κατʼ αὐτῶν ψῆφον ἤνεγκεν, ἣν οὐχ ἱκεσίαις ἄν τις ἄκυρον ποιήσειεν, ἀπολέσαι τὸν λαὸν καὶ τῆς χώρας ἐκβαλεῖν καὶ πάντων ἀφελέσθαι τῶν νῦν παρόντων ἀγαθῶν παραβάντας τοὺς νόμους καὶ τοσούτῳ μεταξὺ χρόνῳ μὴ μετανοήσαντας, τῶν τε προφητῶν τοῦτο παραινούντων σωφρονεῖν καὶ τὴν ἐπὶ τοῖς ἀσεβήμασι τιμωρίαν προλεγόντων·