Ancient Greek · ~2 min
Τάδε ἔνεστιν ἐν τῇ δεκάτῃ βίβλῳ τῶν Ἰωσήπου ἱστοριῶν τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας.
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 59-3
Not analysed yet
ἀκούσας δὲ καὶ περιρρηξάμενος τὴν ἐσθῆτα τὸν ἀρχιερέα καλέσας Ἐλιακίαν καὶ αὐτὸν τὸν γραμματέα καὶ τῶν ἀναγκαιοτάτων φίλων τινὰς ἔπεμψε πρὸς τὴν προφῆτιν Ὀολδά, γυναῖκα δὲ Σαλλούμου τῶν ἐν δόξῃ τινὸς καὶ διʼ εὐγένειαν ἐπιφανοῦς, καὶ προσελθόντας ἐκέλευε λέγειν ἱλάσκεσθαι τὸν θεὸν καὶ πειρᾶσθαι ποιεῖν εὐμενῆ· δέος γὰρ εἶναι, μὴ παραβάντων τοὺς Μωυσέος νόμους τῶν προγόνων αὐτῶν κινδυνεύσωσιν ἀνάστατοι γενέσθαι καὶ τῆς οἰκείας ἐκπεσόντες ἐπʼ ἀλλοτρίας ἔρημοι πάντων καταστρέψωσιν οἰκτρῶς τὸν βίον.