Ancient Greek · ~7 min
71 to 77
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 71-77
Not analysed yet
ἦν δὲ τοιαῦτα· τρία, φησί, κανᾶ φέρειν ὑπὲρ τῆς κεφαλῆς ἔδοξα, δύο μὲν ἄρτων πλέα, τὸ δὲ τρίτον ὄψου τε καὶ ποικίλων βρωμάτων οἷα βασιλεῦσι σκευάζεται· καταπταμένους δʼ οἰωνοὺς ἅπαντα δαπανῆσαι μηδένα λόγον αὐτοῦ ποιουμένους ἀποσοβοῦντος. καὶ ὁ μὲν ὁμοίαν τὴν πρόρρησιν ἔσεσθαι τῇ τοῦ οἰνοχόου προσεδόκα· ὁ δὲ Ἰώσηπος συμβαλὼν τῷ λογισμῷ τὸ ὄναρ καὶ πρὸς αὐτὸν εἰπών, ὡς ἐβούλετʼ ἂν ἀγαθῶν ἑρμηνευτὴς αὐτῷ γεγονέναι καὶ οὐχ οἵων τὸ ὄναρ αὐτῷ δηλοῖ, λέγει δύο τὰς πάσας ἔτι τοῦ ζῆν αὐτὸν ἔχειν ἡμέρας· τὰ γὰρ κανᾶ τοῦτο σημαίνειν· τῇ τρίτῃ δʼ αὐτὸν ἀνασταυρωθέντα βορὰν ἔσεσθαι πετεινοῖς οὐδὲν ἀμύνειν αὑτῷ δυνάμενον. καὶ δὴ ταῦτα τέλος ὅμοιον οἷς ὁ Ἰώσηπος εἶπεν ἀμφοτέροις ἔλαβε· τῇ γὰρ ἡμέρᾳ τῇ προειρημένῃ γενέθλιον τεθυκὼς ὁ βασιλεὺς τὸν μὲν ἐπὶ τῶν σιτοποιῶν ἀνεσταύρωσε, τὸν δὲ οἰνοχόον τῶν δεσμῶν ἀπολύσας ἐπὶ τῆς αὐτῆς ὑπηρεσίας κατέστησεν. Ἰώσηπον δὲ διετῆ χρόνον τοῖς δεσμοῖς κακοπαθοῦντα καὶ μηδὲν ὑπὸ τοῦ οἰνοχόου κατὰ μνήμην τῶν προειρημένων ὠφελούμενον ὁ θεὸς ἀπέλυσε τῆς εἱρκτῆς τοιαύτην αὐτῷ τὴν ἀπαλλαγὴν μηχανησάμενος· Φαραώθης ὁ βασιλεὺς ὑπὸ τὴν αὐτὴν ἑσπέραν ὄψεις ἐνυπνίων θεασάμενος δύο καὶ μετʼ αὐτῶν τὴν ἑκατέρας ἐξήγησιν ταύτης μὲν ἠμνημόνησε, τῶν δὲ ὀνειράτων κατέσχεν. ἀχθόμενος οὖν ἐπὶ τοῖς ἑωραμένοις, καὶ γὰρ ἐδόκει σκυθρωπὰ ταῦτʼ αὐτῷ, συνεκάλει μεθʼ ἡμέραν Αἰγυπτίων τοὺς λογιωτάτους χρῄζων μαθεῖν τῶν ὀνειράτων τὴν κρίσιν. ἀπορούντων δʼ ἐκείνων ἔτι μᾶλλον ὁ βασιλεὺς ἐταράττετο. τὸν δὲ οἰνοχόον ὁρῶντα τοῦ Φαραώθου τὴν σύγχυσιν ὑπέρχεται μνήμη τοῦ Ἰωσήπου καὶ τῆς περὶ τῶν ὀνειράτων συνέσεως, καὶ προσελθὼν ἐμήνυσεν αὐτῷ τὸν Ἰώσηπον τήν τε ὄψιν, ἣν αὐτὸς εἶδεν ἐν τῇ εἱρκτῇ, καὶ τὸ ἀποβὰν ἐκείνου φράσαντος, ὅτι τε σταυρωθείη κατὰ τὴν αὐτὴν ἡμέραν ὁ ἐπὶ τῶν σιτοποιῶν κἀκείνῳ τοῦτο συμβαίη κατὰ ἐξήγησιν ὀνείρατος Ἰωσήπου προειπόντος.