Ancient Greek · ~7 min
78 to 84
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 78-84
Not analysed yet
δεδέσθαι δὲ τοῦτον μὲν ὑπὸ Πετεφροῦ τοῦ ἐπὶ τῶν μαγείρων ὡς δοῦλον, λέγειν δʼ αὐτὸν Ἑβραίων ἐν ὀλίγοις εἶναι γένους ἅμα καὶ τῆς τοῦ πατρὸς δόξης. τοῦτον οὖν μεταπεμψάμενος καὶ μὴ διὰ τὴν ἄρτι κακοπραγίαν αὐτοῦ καταγνοὺς μαθήσῃ τὰ ὑπὸ τῶν ὀνειράτων σοι δηλούμενα. κελεύσαντος οὖν τοῦ βασιλέως εἰς ὄψιν αὐτοῦ τὸν Ἰώσηπον παραγαγεῖν τὸν μὲν ἥκουσιν ἄγοντες οἱ κεκελευσμένοι τημελήσαντες κατὰ πρόσταγμα τοῦ βασιλέως. Ὁ δὲ τῆς δεξιᾶς αὐτοῦ λαβόμενος ὦ νεανία, φησί, σὺ γάρ μοι νῦν ἄριστος καὶ συνίσειν ἱκανώτατος ὑπὸ οἰκέτου τοὐμοῦ μεμαρτύρησαι, τῶν αὐτῶν ἀγαθῶν, ὧν καὶ τούτῳ μετέδωκας ἀξίωσον κἀμὲ φράσας ὅσα μοι κατὰ τοὺς ὕπνους ὀνειράτων ὄψεις προδηλοῦσι· βούλομαι δέ σε μηδὲν ὑποστελλόμενον φόβῳ κολακεῦσαι ψευδεῖ λόγῳ καὶ τῷ πρὸς ἡδονήν, ἂν τἀληθὲς σκυθρωπότερον ᾖ. ἔδοξα γὰρ παρὰ ποταμὸν βαδίζων βόας ἰδεῖν εὐτραφεῖς ἅμα καὶ μεγέθει διαφερούσας ἑπτὰ τὸν ἀριθμὸν ἀπὸ τοῦ νάματος χωρεῖν ἐπὶ τὸ ἕλος, ἄλλας δὲ ταύταις τὸν ἀριθμὸν παραπλησίας ἐκ τοῦ ἕλους ὑπαντῆσαι λίαν κατισχνωμένας καὶ δεινὰς ὁραθῆναι, αἳ κατεσθίουσαι τὰς εὐτραφεῖς καὶ μεγάλας οὐδὲν ὠφελοῦντο χαλεπῶς ὑπὸ τοῦ λιμοῦ τετρυχωμέναι. μετὰ δὲ ταύτην τὴν ὄψιν διεγερθεὶς ἐκ τοῦ ὕπνου καὶ τεταραγμένος ὢν καὶ τί ποτʼ εἴη τὸ φάντασμα παρʼ ἐμαυτῷ σκοπῶν καταφέρομαι πάλιν εἰς ὕπνον καὶ δεύτερον ὄναρ ὁρῶ πολὺ τοῦ προτέρου θαυμασιώτερον, ὅ με καὶ μᾶλλον ἐκφοβεῖ καὶ ταράττει. στάχυας ἑπτὰ ἑώρων ἀπὸ μιᾶς ῥίζης ἐκφυέντας καρηβαροῦντας ἤδη καὶ κεκλιμένους ὑπὸ τοῦ καρποῦ καὶ τῆς πρὸς ἄμητον ὥρας καὶ τούτοις ἑτέρους ἑπτὰ στάχυας πλησίον λιφερνοῦντας καὶ ἀσθενεῖς ὑπὸ ἀδροσίας, οἳ δαπανᾶν καὶ κατεσθίειν τοὺς ὡραίους τραπέντες ἔκπληξίν μοι παρέσχον. Ἰώσηπος δὲ ὑπολαβών, ὄνειρος μὲν οὗτος, εἶπεν, ὦ βασιλεῦ, καίπερ ἐν δυσὶ μορφαῖς ὀφθεὶς μίαν καὶ τὴν αὐτὴν ἀποσημαίνει τελευτὴν τῶν ἐσομένων. τὰς βοῦς ἰδεῖν ζῷον ἐπʼ ἀρότρῳ πονεῖν γεγενημένον ὑπὸ τῶν χειρόνων κατεσθιομένας,