Ancient Greek · ~7 min
72 to 77
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 72-2-77
Not analysed yet
οἱ δὲ Γαλαδηνοὶ καταπλαγέντες πρὸς οὐδέτερον μὲν ἐτόλμησαν οὐδὲν εἰπεῖν οὔτʼ εἰ παραδιδόασιν αὑτοὺς οὔτʼ εἰ πολεμοῦσιν, ἀνοχὴν δʼ ἡμερῶν ἑπτὰ λαβεῖν ἠξίωσαν, ἵνα πρεσβευσάμενοι πρὸς τοὺς ὁμοφύλους παρακαλέσωσι συμμαχεῖν αὐτοῖς καὶ εἰ μὲν ἔλθοι βοήθεια πολεμῶσιν, εἰ δʼ ἄπορα εἴη τὰ παρʼ ἐκείνων παραδώσειν αὑτοὺς ἔφασκον ἐπὶ τῷ παθεῖν ὅτι ἂν αὐτῷ δοκῇ. Ὁ δὲ Ναάσης καταφρονήσας τοῦ τῶν Γαλαδηνῶν πλήθους καὶ τῆς ἀποκρίσεως αὐτῶν δίδωσί τε αὐτοῖς τὴν ἀνοχὴν καὶ πέμπειν πρὸς οὓς ἂν θέλωσι συμμάχους ἐπιτρέπει. πέμπουσιν οὖν εὐθὺς κατὰ πόλιν τοῖς Ἰσραηλίταις οἳ ἤγγελλον τὰ παρὰ τοῦ Ναάσου καὶ τὴν ἀμηχανίαν ἐν ᾗ καθειστήκεσαν. οἱ δʼ εἰς δάκρυα καὶ λύπην ὑπὸ τῆς ἀκοῆς τῶν περὶ τοὺς Ἰαβισηνοὺς προήχθησαν καὶ πέρα τούτων οὐδὲν αὐτοῖς ἄλλο πράττειν συνεχώρει τὸ δέος· γενομένων δὲ τῶν ἀγγέλων καὶ ἐν τῇ Σαούλου τοῦ βασιλέως πόλει καὶ τοὺς κινδύνους ἐν οἷς εἶναι συνέβαινε τοὺς Ἰαβισηνοὺς φρασάντων, ὁ μὲν λαὸς ταὐτὰ τοῖς πρώτοις ἔπασχεν· ὠδύρετο γὰρ τὴν συμφορὰν τὴν τῶν συγγενῶν· ὁ δὲ Σαοῦλος ἀπὸ τῶν περὶ τὴν γεωργίαν παραγενόμενος ἔργων εἰς τὴν πόλιν ἐπιτυγχάνει κλαίουσι τοῖς αὑτοῦ πολίταις, καὶ πυθόμενος τὴν αἰτίαν τῆς συγχύσεως καὶ κατηφείας αὐτῶν μανθάνει τὰ παρὰ τῶν ἀγγέλων. καὶ ἔνθεος γενόμενος ἀποπέμπει μὲν τοὺς Ἰαβισηνοὺς ὑποσχόμενος αὐτοῖς ἥξειν βοηθὸς τῇ τρίτῃ τῶν ἡμερῶν καὶ πρὶν ἥλιον ἀνασχεῖν κρατήσειν τῶν πολεμίων, ἵνα καὶ νενικηκότας ἤδη καὶ τῶν φόβων ἀπηλλαγμένους ὁ ἥλιος ἐπιτείλας ἴδῃ· ὑπομεῖναι δʼ ἐκέλευσέ τινας αὐτῶν ἡγησομένους τῆς ὁδοῦ. Βουλόμενος δὲ φόβῳ ζημίας τὸν λαὸν ἐπὶ τὸν πρὸς Ἀμμανίτας ἐπιστρέψαι πόλεμον καὶ συνελθεῖν αὐτοὺς ὀξύτερον, ὑποτεμὼν τῶν αὐτοῦ βοῶν τὰ νεῦρα ταὐτὰ διαθήσειν ἠπείλησε τοὺς ἁπάντων, εἰ μὴ πρὸς τὸν Ἰόρδανον ὡπλισμένοι κατὰ τὴν ἐπιοῦσαν ἀπαντήσουσιν ἡμέραν καὶ ἀκολουθήσουσιν αὐτῷ καὶ Σαμουήλῳ τῷ προφήτῃ, ὅπου ποτʼ ἂν αὐτοὺς ἀγάγωσι.