Ancient Greek · ~2 min
78 to 79
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 78-2-79
Not analysed yet
τῶν δὲ διʼ εὐλάβειαν τῆς κατεπηγγελμένης ζημίας εἰς τὸν ὡρισμένον καιρὸν συνελθόντων ἐξαριθμεῖται ἐν Βαλᾶ τῇ πόλει τὸ πλῆθος· εὑρίσκει δὲ τὸν ἀριθμὸν χωρὶς τῆς Ἰούδα φυλῆς εἰς ἑβδομήκοντα μυριάδας συνειλεγμένους, τῆς δὲ φυλῆς ἐκείνης ἦσαν μυριάδες ἑπτά. διαβὰς δὲ τὸν Ἰόρδανον καὶ σχοίνων δέκα διʼ ὅλης τῆς νυκτὸς ἀνύσας ὁδὸν φθάνει μὲν ἥλιον ἀνίσχοντα, τριχῇ δὲ τὸ στράτευμα διελὼν ἐπιπίπτει πανταχόθεν αἰφνιδίως οὐ προσδοκῶσι τοῖς ἐχθροῖς, καὶ συμβαλὼν εἰς μάχην ἄλλους τε πολλοὺς ἀποκτείνει τῶν Ἀμμανιτῶν καὶ Ναάσην τὸν βασιλέα.