Ancient Greek · ~5 min
72 to 76
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 72-3-76
Not analysed yet
ὁ δὲ τῶν Ἰουδαίων βασιλεύς, οὐδὲν γὰρ ἄνευ προφητείας καὶ τοῦ κελεῦσαι τὸν θεὸν καὶ περὶ τῶν ἐσομένων λαβεῖν ἐγγυητὴν ἐκεῖνον ἑαυτῷ ποιεῖν ἐπέτρεπεν, ἐκέλευσε τὸν ἀρχιερέα τί δοκεῖ τῷ θεῷ καὶ ποδαπὸν ἔσται τὸ τέλος τῆς μάχης προλέγειν αὐτῷ. προφητεύσαντος δὲ νίκην καὶ κράτος ἐξάγει τὴν δύναμιν ἐπὶ τοὺς Παλαιστίνους· καὶ γενομένης συμβολῆς αὐτὸς κατόπιν αἰφνιδίως ἐπιπεσὼν τοῖς πολεμίοις τοὺς μὲν αὐτῶν ἀπέκτεινε, τοὺς δὲ εἰς φυγὴν ἐτρέψατο. ὑπολάβῃ δὲ μηδεὶς ὀλίγην τὴν τῶν Παλαιστίνων στρατιὰν ἐλθεῖν ἐπὶ τοὺς Ἑβραίους τῷ τάχει τῆς ἥττης καὶ τῷ μηδὲν ἔργον ἐπιδείξασθαι γενναῖον μηδὲ μαρτυρίας ἄξιον στοχαζόμενος αὐτῶν τὴν βραδυτῆτα καὶ τὴν ἀγέννειαν, ἀλλὰ γινωσκέτω Συρίαν τε ἅπασαν καὶ Φοινίκην καὶ πρὸς τούτοις ἄλλα ἔθνη πολλὰ καὶ μάχιμα συστρατεῦσαι αὐτοῖς καὶ τοῦ πολέμου κοινωνῆσαι, ὃ καὶ μόνον ἦν αἴτιον τοσαυτάκις αὐτοῖς νικωμένοις καὶ πολλὰς ἀποβαλοῦσι μυριάδας μετὰ μείζονος ἐπιέναι τοῖς Ἑβραίοις δυνάμεως. ἀμέλει καὶ ταύταις πταίσαντες ταῖς μάχαις τριπλάσιος στρατὸς ἐπῆλθε τῷ Δαυίδῃ καὶ εἰς ταὐτὸ χωρίον ἐστρατοπεδεύσατο. πάλιν δὲ τοῦ βασιλέως τῶν Ἰσραηλιτῶν ἐρομένου τὸν θεὸν περὶ τῆς περὶ τὴν μάχην ἐξόδου, προφητεύει ὁ ἀρχιερεὺς ἐν τοῖς ἄλσεσι τοῖς καλουμένοις Κλαυθμῶσι κατέχειν τὴν στρατιὰν οὐκ ἄπωθεν τοῦ τῶν πολεμίων στρατοπέδου, κινεῖν δʼ αὐτὸν μὴ πρότερον μηδʼ ἄρχεσθαι τῆς μάχης.