Ancient Greek
Τάδε ἔνεστιν ἐν τῇ ἑβδόμῃ τῶν Ἰωσήπου ἱστοριῶν τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας.
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 77
Not analysed yet
πρὶν ἢ τὰ ἄλση σαλεύεσθαι μὴ πνέοντος ἀνέμου. ὡς δʼ ἐσαλεύθη τὰ ἄλση καὶ ὃν αὐτῷ καιρὸν προεῖπεν ὁ θεὸς παρῆν, οὐδὲν ἐπισχὼν ἐφʼ ἑτοίμην ἤδη καὶ φανερὰν ἐξῆλθε τὴν νίκην· οὐ γὰρ ὑπέμειναν αὐτὸν αἱ τῶν πολεμίων φάλαγγες, ἀλλʼ εὐθὺς ἀπὸ τῆς πρώτης συμβολῆς τραπέντας ἐνέκειτο κτείνων· καὶ διώκει μὲν αὐτοὺς ἄχρι πόλεως Γαζάρων, ἡ δʼ ἐστὶν ὅρος αὐτῶν τῆς χώρας, διαρπάζει δʼ αὐτῶν τὴν παρεμβολὴν καὶ πολὺν εὑρὼν ἐν αὐτῇ πλοῦτον καὶ τοὺς θεοὺς αὐτῶν διέφθειρε.