Ancient Greek
81 to 84
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 81-2-84
Not analysed yet
καὶ οἱ μὲν ἐλθόντες πρὸς τὸ τῆς Σαμαρείας τεῖχος καὶ ἀναβοήσαντες πρὸς τοὺς φύλακας ἐμήνυον αὐτοῖς τὰ περὶ τοὺς πολεμίους, ἐκεῖνοι δὲ ταῦτʼ ἀπήγγειλαν τοῖς τοῦ βασιλέως φύλαξι, παρʼ ὧν μαθὼν Ἰώραμος μεταπέμπεται τοὺς φίλους καὶ τοὺς ἡγεμόνας. πρὸς οὓς ἐλθόντας ἐνέδραν καὶ τέχνην ὑπονοεῖν ἔλεγε τὴν ἀναχώρησιν τοῦ τῶν Σύρων βασιλέως ἀπογνόντος ἡμᾶς τῷ λιμῷ διαφθαρήσεσθαι, ἵνα ὡς πεφευγότων εἰς διαρπαγὴν ἐξελθόντων τῆς παρεμβολῆς αἰφνιδίως ἐπιπέσῃ καὶ κτείνῃ μὲν αὐτούς, ἀμαχητὶ δὲ ἕλῃ τὴν πόλιν· ὅθεν ὑμῖν παραινῶ διὰ φυλακῆς ἔχειν αὐτὴν μὴ καταφρονήσαντας τῷ τοὺς πολεμίους ἀνακεχωρηκέναι· φήσαντος δέ τινος, ὡς ἄριστα μὲν καὶ συνετώτατα ὑπονοήσειε, πέμψαι γε μὴν συμβουλεύσαντος δύο τῶν ἱππέων τοὺς τὴν ἄχρι Ἰορδάνου πᾶσαν ἐξερευνήσοντας, ἵνʼ εἰ ληφθέντες ὑπὸ λοχώντων τῶν πολεμίων διαφθαρεῖεν φυλακὴ τῇ στρατιᾷ γένωνται τοῦ μηδὲν ὅμοιον παθεῖν αὐτὴν ἀνυπόπτως προελθοῦσαν· προσαριθμήσεις δέ, φησί, τοῖς ὑπὸ τοῦ λιμοῦ τεθνηκόσι τοὺς ἱππεῖς, κἂν ὑπὸ τῶν ἐχθρῶν ληφθέντες ἀπόλωνται. ἀρεσθεὶς δὲ τῇ γνώμῃ τότε τοὺς κατοψομένους ἐξέπεμψεν· οἱ δὲ κενὴν μὲν πολεμίων τὴν ὁδὸν ἤνυσαν, μεστὴν δὲ σιτίων καὶ ὅπλων εὗρον, ἃ διὰ τὸ κοῦφοι πρὸς τὸ φεύγειν εἶναι ῥίπτοντες κατέλιπον. ταῦτʼ ἀκούσας ὁ βασιλεὺς ἐπὶ διαρπαγὴν τῶν ἐν τῷ στρατοπέδῳ τὸ πλῆθος ἐξαφῆκεν.