Ancient Greek · ~2 min
Τάδε ἔνεστιν ἐν τῇ ἐνάτῃ τῶν Ἰωσήπου ἱστοριῶν τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας.
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 85-3
Not analysed yet
εὐτελὲς δὲ οὐδὲν οὐδʼ ὀλίγον ὠφελοῦντο, ἀλλὰ πολὺν μὲν χρυσόν, πολὺν δὲ ἄργυρον, ἀγέλας δὲ παντοδαπῶν κτηνῶν, ἔτι γε μὴν σίτου μυριάσι καὶ κριθῆς αἷς οὐδʼ ὄναρ ἤλπισαν ἐπιτυχόντες τῶν μὲν προτέρων κακῶν ἀπηλλάγησαν, ἀφθονίαν δʼ εἶχον, ὡς ὠνεῖσθαι δύο μὲν σάτα κριθῆς σίκλου σεμιδάλεως δὲ σάτον σίκλου κατὰ τὴν Ἐλισσαίου προφητείαν· ἰσχύει δὲ τὸ σάτον μόδιον καὶ ἥμισυ Ἰταλικόν.