Ancient Greek
83 to 90
Flavius Josephus, Jewish Antiquities 83-90
Not analysed yet
ἐγὼ μὲν οὖν οὐκέτι εἰς πλείονα ἀνέξομαι τὰς σκήψεις ὑμῶν, χωρήσω δὲ τοῖς κινδύνοις ὁμοῦ σήμερον ἡδονῇ φέρων πᾶν ὅ τι καὶ γένοιτο ἐξ αὐτῶν, οὐδʼ ἂν ὑπερβαλλοίμην εἴπερ εἴη· τί γὰρ δὴ καὶ γένοιτʼ ἂν ἀνδρὶ φρόνημα ἔχοντι τούτου σχετλιώτερον, ἕτερον Γάιον ἀναιρεῖν ἐμοῦ ζῶντος ἐμὲ τὴν ἐπὶ τῷδε ἀρετὴν ἀφῃρημένον; Καὶ ὁ μὲν ταῦτα εἰπὼν αὐτός τε ὡρμήκει πράξων τὸ ἔργον καὶ τοῖς λοιποῖς ἐνεποίησε θάρσος πᾶσίν τε ἦν ἔρως ἅπτεσθαι τοῦ ἐγχειρήματος μηδὲν ὑπερβαλλομένοις, ἕωθέν τε ἐπὶ τοῦ Παλατίου εἰώθει τὸ ξίφος ὑπεζωσμένος τῶν ἱππικῶν· ἔθος γὰρ δὴ τοῖς χιλιάρχοις τοῦτο ἐζωσμένοις αἰτεῖν παρὰ τοῦ αὐτοκράτορος τὸ σημεῖον, ἦν τε ἡ ἡμέρα καθήκουσα εἰς αὐτὸν τῆς παραλήψεως τοῦ σημείου. ἄρτι τε συνῄει πληθὺς εἰς τὸ Παλάτιον ἐπὶ προκαταλήψει θέας πολλῷ θορύβῳ καὶ ὠθισμῷ, χαρᾷ φέροντος Γαΐου τὴν ἐπὶ τοιοῖσδε τῶν πολλῶν σπουδήν, παρὸ καὶ διακέκριτο οὐδὲν οὔτε τῇ συγκλήτῳ χωρίον οὔτε τοῖς ἱππεῦσιν, φύρδην δὲ ἕζοντο καὶ τοῖς ἀνδράσιν ὁμοῦ αἱ γυναῖκες καὶ τῷ δούλῳ ἀναμεμιγμένον τὸ ἐλεύθερον. Γάιος δὲ προόδων αὐτῷ γενομένων ἔθυσε τῷ Σεβαστῷ Καίσαρι, ᾧ δὴ καὶ τὰ τῆς θεωρίας ἤγετο, καὶ πίπτοντος τῶν ἱερείων τινὸς συνέβη αἵματι τὴν Ἀσπρήνα στολὴν ἑνὸς τῶν συγκλητικῶν ἀνάπλεων γενέσθαι. τοῦτο Γαΐῳ γέλωτα μὲν παρέσχεν, ἦν δʼ ἄρα εἰς οἰωνὸν τῷ Ἀσπρήνᾳ φανερόν· ἐπικατασφάζεται γὰρ τῷ Γαΐῳ. Γάιον δʼ ἱστορεῖται παρὰ φύσιν τὴν ἑαυτοῦ εὐπροσηγορώτατον γενέσθαι κατʼ ἐκείνην τὴν ἡμέραν καὶ δεξιότητι χρώμενον ὁμιλίας πάνθʼ ὁντινοῦν ἐκπλῆξαι τῶν παρατυγχανόντων. μετὰ δὲ τὴν θυσίαν ἐπὶ τὴν θεωρίαν τραπεὶς ἐκαθέζετο καὶ περὶ αὐτὸν τῶν ἑταίρων οἱ ἀξιολογώτατοι. κατεσκεύαστο δὲ τὸ θέατρον, πηκτὸν δὲ ἐγίνετο κατὰ ἕκαστον ἐνιαυτόν, τοιόνδε τρόπον· θύρας ἔχει δύο φερούσας τὴν μὲν εἰς αἴθριον, τὴν δʼ εἰς στοὰν εἰσόδοις καὶ ἀποχωρήσεσιν, ὅπως μὴ ταράσσοιντο οἱ ἔνδον ἀπειλημμένοι, ἐκ δʼ αὐτῆς τῆς καλύβης ἐνδοτέρω διαφράγμασιν ἑτέραν ἀπειληφυίαις ἐπʼ ἀναστροφῇ τοῖς ἀνταγωνισταῖς καὶ ὁπόσα ἀκροάματα.