Ancient Greek
91 to 98
Flavius Josephus, Jewish Antiquities 91-5-98
Not analysed yet
συγκαθημένης δὲ τῆς πληθύος καὶ τοῦ Χαιρέου σὺν τοῖς χιλιάρχοις οὐκ ἄπωθεν τοῦ Γαΐου, δεξιὸν δὲ τοῦ θεάτρου κέρας ὁ Καῖσαρ εἶχεν, Βαθύβιός τις τῶν συγκλητικῶν ἀνὴρ ἐστρατηγηκὼς ἤρετο Κλούιον παρακαθεζόμενον αὐτῷ καὶ τοῦτον ὑπατικόν, εἰ δή τις αὐτῷ νεωτέρων πραγμάτων πέρι ἀφίκοιτο πύστις, προμηθὴς γενόμενος τοῦ μὴ ἐξάκουστος εἶναι τάδε λέγων. τοῦ δὲ φαμένου μηδὲν πεπύσθαι σημεῖον τοιγαροῦν, ὦ Κλούιε, τυραννοκτονίας ἀγὼν πρόκειται. καὶ ὁ Κλούιος ὦ γενναῖε, φησίν, σίγα, μή τις τʼ ἄλλος Ἀχαιῶν μῦθον ἀκούσῃ. πολλῆς δʼ ὀπώρας ἐπιχεομένης τοῖς θεωροῖς καὶ πολλῶν ὀρνέων ὁπόσα τῷ σπανίῳ τίμια τοῖς κτωμένοις, ὁ Γάιος ἡδονῇ τὰς περὶ αὐτοῖς ἐθεώρει μάχας καὶ διαρπαγὰς οἰκειουμένων αὐτὰ τῶν θεωρῶν. ἔνθα δὲ καὶ σημεῖα μανθάνει δύο γενέσθαι· καὶ γὰρ μῖμος εἰσάγεται, καθʼ ὃν σταυροῦται ληφθεὶς ἡγεμών, ὅ τε ὀρχηστὴς δρᾶμα εἰσάγει Κινύραν, ἐν ᾧ αὐτός τε ἐκτείνετο καὶ ἡ θυγάτηρ Μύρρα, αἷμά τε ἦν τεχνητὸν πολὺ καὶ περὶ τὸν σταυρωθέντα ἐκκεχυμένον καὶ τῶν περὶ τὸν Κινύραν. ὁμολογεῖται δὲ καὶ τὴν ἡμέραν ἐκείνην γενέσθαι, ἐν ᾗ Φίλιππον τὸν Ἀμύντου Μακεδόνων βασιλέα κτείνει Παυσανίας εἷς τῶν ἑταίρων εἰς τὸ θέατρον εἰσιόντα. Γαΐου δʼ ἐνδοιάζοντος, εἴτε παραμείνειεν εἰς τέλος τῇ θεωρίᾳ διὰ τὸ τελευταίαν εἶναι τὴν ἡμέραν εἴτε λουτρῷ χρησάμενος καὶ σίτῳ εἶτα ἐπανίοι καθὰ καὶ οἱ πρότερον, Μινουκιανὸς ὑπὲρ τοῦ Γαΐου καθεζόμενος καὶ δεδιώς, μὴ διαλυθείη τὰ τῶν καιρῶν εἰς κενόν, ἐξαναστὰς ἐπειδὴ καὶ Χαιρέαν ἑώρα προεξεληλυθότα, ἠπείγετο θαρσύνειν αὐτὸν προελθών. λαμβάνεται δʼ αὐτοῦ τῆς στολῆς Γάιος κατὰ φιλοφροσύνην δῆθεν καί ποῖ δή, φησίν, ὦ μακάριε; καὶ ὁ μὲν αἰδοῖ δοκεῖν τοῦ Καίσαρος καθίζει, κρείσσων δʼ ὁ φόβος ἦν ὀλίγον τε διαλιπὼν εἶτα διανίσταται. καὶ ὁ Γάιος οὐδὲν ἐμποδὼν ἦν ἐξιόντι δοκῶν ἐπί τινι τῶν ἀναγκαίων ποιεῖσθαι τὴν ἔξοδον. Ἀμβρώνας δὲ καὶ αὐτὸς παρῄνει τῷ Γαΐῳ καθὸ πρότερον ὑπεξελθόντι πρός τε λουτρῷ καὶ ἀρίστῳ γενέσθαι καὶ ἔπειτα δὲ εἰσελθεῖν, χρῄζων ἐπὶ πέρας ἀχθῆναι τὰ ἐγνωσμένα.