Ancient Greek
87 to 88
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 87-4-88
Not analysed yet
ἐλέγξαι δὲ εἰ καὶ τῶν τοιούτων τι προσηκάμην ,ἃ πρὸς τροφὴν ἀνεμέσητον δοκεῖ λαμβάνειν, ἢ εἴ τινος ὑποζύγιον εἰς ἐμὴν ἀποσπάσας χρείαν ἐλύπησα, τούτων ἕν τι κατειπεῖν παρόντος ὑμῶν τοῦ βασιλέως. οἱ δὲ ἀνέκραγον τούτων οὐδὲν ὑπʼ αὐτοῦ γεγονέναι, προστῆναι δὲ ὁσίως αὐτὸν καὶ δικαίως τοῦ ἔθνους. Σαμουῆλος δὲ ταύτης ἐξ ἁπάντων τῆς μαρτυρίας αὐτῷ γενομένης ἐπεὶ δεδώκατέ μοι, φησί, τὸ μηδὲν ἄτοπον ἔθʼ ὑμᾶς περὶ ἐμοῦ δύνασθαι λέγειν, φέρε νῦν μετὰ παρρησίας ἀκούσατέ μου λέγοντος, ὅτι μεγάλα ἠσεβήσατε εἰς τὸν θεὸν αἰτησάμενοι βασιλέα.