Ancient Greek
Τάδε ἔνεστιν ἐν τῇ ἕκτῃ τῶν Ἰωσήπου ἱστοριῶν τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας.
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 89
Not analysed yet
διαμνημονεύειν δὲ ὑμᾶς προσῆκεν, ὅτι σὺν ἑβδομήκοντα μόνοις ἐκ τοῦ γένους ἡμῶν ὁ πάππος Ἰάκωβος διὰ λιμὸν εἰς Αἴγυπτον ἦλθε, κἀκεῖ πολλῶν μυριάδων ἐπιτεκνωθεισῶν, ἃς εἰς δουλείας καὶ χαλεπὰς ὕβρεις ἤγαγον οἱ Αἰγύπτιοι, ὁ θεὸς εὐξαμένων τῶν πατέρων χωρὶς βασιλέως παρέσχεν αὐτοῖς ῥύσασθαι τῆς ἀνάγκης τὸ πλῆθος Μωυσῆν αὐτοῖς καὶ Ἀαρῶνα πέμψας ἀδελφοὺς, οἳ ἤγαγον ὑμᾶς εἰς τήνδε τὴν γῆν, ἣν νῦν ἔχετε.