Ancient Greek · ~7 min
92 to 98
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 92-2-98
Not analysed yet
τοῦ θεοῦ δὲ κατʼ ἐκείνην τὴν νύκτα τῷ Νάθᾳ φανέντος καὶ φράσαι κελεύσαντος τῷ Δαυίδῃ, ὡς τὴν μὲν προαίρεσιν αὐτοῦ καὶ τὴν ἐπιθυμίαν ἀποδέχεται, μηδενὸς μὲν πρότερον εἰς νοῦν βαλομένου ναὸν αὐτῷ κατασκευάσαι. τούτου δὲ ταύτην τὴν διάνοιαν λαβόντος· οὐκ ἐπιτρέπειν δὲ πολλοὺς πολέμους ἠγωνισμένῳ καὶ φόνῳ τῶν ἐχθρῶν μεμιασμένῳ ποιῆσαι ναὸν αὐτῷ. μετὰ μέντοι γε τὸν θάνατον αὐτοῦ γηράσαντος καὶ μακρὸν ἀνύσαντος βίον γενήσεσθαι τὸν ναὸν ὑπὸ τοῦ παιδὸς τοῦ μετʼ αὐτὸν τὴν βασιλείαν παραληψομένου κληθησομένου δὲ Σολομῶνος, οὗ προστήσεσθαι καὶ προνοήσειν ὡς πατὴρ υἱοῦ κατεπηγγέλλετο, τὴν μὲν βασιλείαν τέκνων ἐγγόνοις φυλάξων καὶ παραδώσων, αὐτὸν δὲ τιμωρήσων, ἂν ἁμαρτὼν τύχῃ, νόσῳ καὶ γῆς ἀφορίᾳ. μαθὼν ταῦτα παρὰ τοῦ προφήτου Δαυίδης καὶ περιχαρὴς γενόμενος ἐπὶ τῷ τοῖς ἐγγόνοις αὐτοῦ τὴν ἀρχὴν διαμένουσαν ἐγνωκέναι βεβαίως καὶ τὸν οἶκον αὐτοῦ λαμπρὸν ἐσόμενον καὶ περιβόητον πρὸς τὴν κιβωτὸν παραγίνεται, καὶ πεσὼν ἐπὶ πρόσωπον ἤρξατο προσκυνεῖν καὶ περὶ πάντων εὐχαριστεῖν τῷ θεῷ, ὧν τε αὐτῷ παρέσχηκεν ἤδη ἐκ ταπεινοῦ καὶ ποιμένος εἰς τηλικοῦτο μέγεθος ἡγεμονίας τε καὶ δόξης ἀναγαγών, ὧν τε τοῖς ἐγγόνοις αὐτοῦ καθυπέσχετο, τῆς προνοίας, ἣν Ἑβραίων καὶ τῆς τούτων ἐλευθερίας ἐποιήσατο. ταῦτʼ εἰπὼν καὶ τὸν θεὸν ὑμνήσας ἀπαλλάσσεται. Διαλιπὼν δὲ ὀλίγον χρόνον ἔγνω δεῖν ἐπὶ τοὺς Παλαιστίνους ἐκστρατεύειν, καὶ μηδὲν ἀργὸν μηδὲ ῥᾴθυμον ἐν τοῖς πράγμασιν ὁρᾶν γινόμενον, ἵνʼ ὡς τὸ θεῖον αὐτῷ προεῖπε καταστρεψάμενος τοὺς πολεμίους ἐν εἰρήνῃ τὸ λοιπὸν τοὺς ἐκγόνους αὐτοῦ βασιλεύοντας καταλείποι. καὶ συγκαλέσας πάλιν τὴν στρατιὰν καὶ παραγγείλας αὐτῇ πρὸς πόλεμον ἑτοίμῃ καὶ παρεσκευασμένῃ τυγχάνειν, ὅτʼ ἔδοξεν αὐτῷ καλῶς ἔχειν τὰ παρʼ αὐτῆς ἄρας ἐκ τῶν Ἱεροσολύμων ἐπὶ τοὺς Παλαιστίνους ἧκε. κρατήσας δʼ αὐτῶν τῇ μάχῃ καὶ πολλὴν τῆς χώρας ἀποτεμόμενος καὶ προσορίσας τῇ τῶν Ἑβραίων ἐπὶ τοὺς Μωαβίτας τὸν πόλεμον μετήγαγε, καὶ τὰ μὲν δύο μέρη τῆς στρατιᾶς αὐτῶν τῇ μάχῃ νικήσας διέφθειρε, τὸ δὲ λειπόμενον αἰχμάλωτον ἔλαβε.