Ancient Greek · ~3 min
99 to 100
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 99-3-100
Not analysed yet
φόρους δὲ αὐτοῖς ἐπιτάξας κατʼ ἔτος τελεῖν ἐπὶ Ἀρτάζαρον τὸν Ἀραοῦ μὲν υἱὸν βασιλέα δὲ τῆς Σωφηνῆς ἐστράτευσε, καὶ συμβαλὼν αὐτῷ παρὰ τὸν Εὐφράτην ποταμὸν τῶν μὲν πεζῶν αὐτοῦ διέφθειρεν ὡσεὶ δισμυρίους, τῶν δʼ ἱπποτῶν ὡς πεντακισχιλίους. ἔλαβε δὲ καὶ αὐτοῦ ἅρματα χίλια, καὶ τὰ πλείω μὲν αὐτῶν ἠφάνισεν, ἑκατὸν δὲ μόνα προσέταξεν αὑτῷ φυλαχθῆναι. Ἀκούσας δὲ ὁ Δαμασκοῦ καὶ Σύρων βασιλεὺς Ἄδαδος, ὅτι πολεμεῖ Δαυίδης τὸν Ἀρτάζαρον, φίλος ὢν αὐτῷ μετὰ δυνάμεως ἧκεν ἰσχυρᾶς συμμαχήσων· ἀπήλλαξε δʼ ὡς προσεδόκα συμβαλὼν πρὸς τῷ Εὐφράτῃ ποταμῷ, πταίσας δὲ τῇ μάχῃ πολλοὺς ἀπέβαλε τῶν στρατιωτῶν· ἔπεσον γὰρ ὑπὸ τῶν Ἑβραίων ἀναιρούμενοι τῆς Ἀδάδου δυνάμεως δισμύριοι, οἱ δὲ λοιποὶ πάντες ἔφυγον.