Ancient Greek
Τάδε ἔνεστιν ἐν τῇ ἐνάτῃ τῶν Ἰωσήπου ἱστοριῶν τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας.
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 95-4
Not analysed yet
Ἰώραμος δὲ ὁ τῶν Ἱεροσολύμων βασιλεύς, καὶ τούτῳ γὰρ ἦν ταὐτὸν καθὼς προειρήκαμεν ἔμπροσθεν ὄνομα, παραλαβὼν τὴν ἀρχὴν εὐθὺς ἐπὶ σφαγὴν τῶν ἀδελφῶν αὐτοῦ καὶ τῶν πατρῴων φίλων οἳ καὶ ἡγεμόνες ἦσαν ἐχώρησε, τὴν ἀρχὴν καὶ τὴν ἐπίδειξιν τῆς πονηρίας ἐντεῦθεν ποιησάμενος καὶ μηδὲν διενεγκὼν τῶν τοῦ λαοῦ βασιλέων, οἳ πρῶτοι παρηνόμησαν εἰς τὰ πάτρια τῶν Ἑβραίων ἔθη καὶ τὴν τοῦ θεοῦ θρησκείαν.