Ancient Greek
96 to 98
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 96-2-98
Not analysed yet
ἐδίδαξε δʼ αὐτὸν τά τʼ ἄλλα εἶναι κακὸν καὶ δὴ καὶ ξενικοὺς θεοὺς προσκυνεῖν Γοθολία θυγάτηρ μὲν Ἀχάβου συνοικοῦσα δʼ αὐτῷ. καὶ ὁ μὲν θεὸς διὰ τὴν πρὸς Δαυίδην ὁμολογίαν οὐκ ἐβούλετο τούτου τὸ γένος ἐξαφανίσαι, Ἰώραμος δʼ οὐ διέλειπεν ἑκάστης ἡμέρας καινουργῶν ἐπʼ ἀσεβείᾳ καὶ λύμῃ τῶν ἐπιχωρίων ἐθισμῶν. ἀποστάντων δὲ αὐτοῦ κατʼ ἐκεῖνον τὸν καιρὸν τῶν Ἰδουμαίων καὶ τὸν μὲν πρότερον ἀποκτεινάντων βασιλέα, ὃς ὑπήκουεν αὐτοῦ τῷ πατρί, ὃν δʼ ἐβούλοντο αὐτοὶ καταστησάντων Ἰώραμος μετὰ τῶν περὶ αὐτὸν ἱππέων καὶ τῶν ἁρμάτων νυκτὸς εἰς τὴν Ἰδουμαίαν ἐνέβαλε, καὶ τοὺς μὲν πέριξ τῆς αὑτοῦ βασιλείας διέφθειρε, περαιτέρω δʼ οὐ προῆλθεν. ὤνησε μέντοι τοῦτο ποιήσας οὐδὲ ἕν· πάντες γὰρ ἀπέστησαν αὐτοῦ καὶ οἱ τὴν χώραν τὴν καλουμένην Λαβίναν νεμόμενοι. ἦν δʼ οὕτως ἐμμανής, ὥστε τὸν λαὸν ἠνάγκαζεν ἐπὶ τὰ ὑψηλότατα τῶν ὀρῶν ἀναβαίνοντα προσκυνεῖν τοὺς ἀλλοτρίους θεούς.