Ancient Greek
Τάδε ἔνεστιν ἐν τῇ ἐνάτῃ τῶν Ἰωσήπου ἱστοριῶν τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας.
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 99-5
Not analysed yet
Ταῦτα δʼ αὐτῷ πράττοντι καὶ τελέως ἐκβεβληκότι τῆς διανοίας τὰ πάτρια νόμιμα κομίζεται παρʼ Ἠλίου τοῦ προφήτου ἐπιστολή, ἣ τὸν θεὸν ἐδήλου μεγάλην παρʼ αὐτοῦ ληψόμενον δίκην, ὅτι τῶν μὲν ἰδίων πατέρων μιμητὴς οὐκ ἐγένετο, τοῖς δὲ τῶν Ἰσραηλιτῶν βασιλέων κατηκολούθησεν ἀσεβήμασι καὶ συνηνάγκασε τὴν Ἰούδα φυλὴν καὶ τοὺς πολίτας Ἱεροσολύμων ἀφέντας τὴν ὁσίαν τοῦ ἐπιχωρίου θεοῦ σέβειν τὰ εἴδωλα, καθὼς καὶ Ἄχαβος τοὺς Ἰσραηλίτας ἐβιάσατο,