Ancient Greek · ~8 min
Book 1, lines 1.6.97-1.6.154
Galen, De antidotis 1.6.97-154
Not analysed yet
Ἡνίκα δὲ σκολιαί γε ἀποῤῥείωσιν ἄκανθαι,
Καὶ κακὸν οἰδήνῃ νῶτον ὕπερθεν ἔχις
Ἐκτὸς ἕλοι, ζείοντα καταψύχων κυκεῶνα,
Ὄφρ' ἑκὰς ἐντύναις σάρκας ἀπεχθομένας
Ἑρπυστῶν τ' ἰόεντας ἀποῤῥίψειεν ἀκάνθας
Πάμπαν ὑπ' εὐδίφρου χειρὸς ἐλεγχομένας.
Αὐαλέου δ' ἐπὶ ταῖσι βάλοις εὐεργέος ἄρτου,
Ὅσσον τερσύναι σάρκα, δύναιτο τροχοὺς
Πλάσασθαι δ' ὅτε μίγδα κύτει περιαγέος ὅλμου
Θλασθείη, σκιεροῦ κάτθες ὑπὲρ δαπέδου.
Αὐτίκα δὲ σκίλλην τριχώδεσιν ἄμμιγα φλοιοῖς,
Σταιτὶ περιπλάσας, θάλπε κατὰ φλογιῆς
Ὄφρα κεν ὀπταλέην τε καὶ οὐ σκληρὴν περὶ κόρσην
Ἐντείναις σποδιῆς ἠρέμα δαιομένης,
Καί ῥ' ὅτε θαλπομένη ῥῆξαι σέλας ἔκτοθι πυρσοῦ
Κάτθεο, καὶ τρισσὴν σαρκὸς ἔχεις μερίδα,
Ὄλμοις, καὶ στρυφνοῖο βάλοις δυοῖν ὀρόβοιο,
Ἐν δ' ὑπέρῳ μίξας συνδονέων μυχόθεν
Αἴνυσο, καὶ δινήεντας ἀνάπλασσε τροχίσκους,
Τοὺς δ' ἑκὰς ἠελίου ψύχεο τερσομένους.
Τῶν δ' ἤτοι δραχμὰς μὲν ὑπὸ πλάστιγγος ἀφέλκοις
Δοιὰς, τὴν πέμπτην παρθέμενος δεκάδα,
Ἥμισυ θηρείοιο βαλὼν τροχοειδέος ἄρτου,
Καὶ δολιχὸν σταθμῷ τόσσον ἔχοι πέπερι.
Ἶσα δ' ὀποῦ μήκωνος ἔχοι, καὶ μάγματος αὕτως,
Μάγματος ἡδυχρόου τόσσον ἐφελκομένου.
Δώδεκα δὲ ξηροῖο ῥόδου δραχμαῖσιν ἰσάζοις
Φύλλα, καὶ Ἰλλυρίην ἴριδα κατθέμενος,
Κυανέης μίξαιο μελιπτόρθου γλυκυρίζης
Τόσσον, καὶ γλυκερῆς σπέρματα βουνιάδος.
Σκόρδιον καὶ κεῖνον ὀπὸν μίσγοιο θυώδη,
Βαλσάμου Ἀσσυρίης ἔνδοθεν αἰνύμενος.
Τοῖς δ' ἐπὶ κιννάμωμον ἰσάζεο, μηδὲ σε λήθη,
Ἀγαρικὸν τούτοις ἰσοβαρὲς θέμεναι,
Ἤ ἔτι καὶ σμύρνης καὶ εὐόδμου κόστοιο
Καὶ κρόκου, ὃν ἄντρον θρέψατο Κωρύκιον,
Καὶ κασίην, Ἰνδήν τε βάλοις εὐώδεα νάρδον,
Καὶ σχοῖνον νομάδων θαῦμα φέροις Ἀράβων,
Καὶ λίβανον μίσγοιο, καὶ ἀγλαϊὴν στήσαιο
Ἄμμιγα κυανέῳ κατθέμενος πεπέρει,
Δικτάμνου τε κλῶνας, ἠδὲ χλοεροῦ πρασίοιο,
Καὶ ῥῆον. στοιχὰς δ' οὐκ ἀπάνευθε μένοι,
Οὐδέ νυ πετροσέλινον. ἠδ' εὐώδης καλαμίνθη,
Δριμύ τε τερμίνθου δάκρυ λιβυστιάδος,
Ζιγγίβερι θερμὸν, κ' εὔκλωνον πενταπέτηλον,
Τὰς δοιὰς δραχμῶν πάντα φέροι τριάδας
Αὐτίκα, καὶ πολίου πίσυρας ὁλκὰς βαρυέσσας.
Ἠδὲ χαμαιζήλου πτόρθους ἄγοις πίτυος,
Καὶ στύρακος, μήου τε καὶ βοτρυόεντος ἀμώμου,
Καὶ νάρδου, Γαλάτης ἣν ἐκόμισσεν ἀνὴρ,
Λημνιάδος μίλτοιο, καὶ ἐκ· Πόντοιο βάλοιο
Φοῦ, καὶ Κρηταίης σπέρμα χαμαιδρυάδος,
Μαλαβάθρου καλὰ φύλλα, καὶ ὀπταλέην χαλκῖτιν,
Μίσγεσθαι ῥίζης οὐ δίχα γεντιάδος
Ἄνισον, χυλόν θ' ὑποκιστίδος, ἠδέ νυ καρπὸν
Βαλσάμου, λιπαρὸν κόμμι διῃνάμενος,
Καὶ μαράθρου σπέρμα, καὶ Ἰδαῖον καρδάμωμον,
Καὶ ψαφαρὸν στήσεις παρθέμενος σέσελι.