Ancient Greek
Book 2, lines 2.15.97-2.15.156
Galen, De antidotis 2.15.97-156
Not analysed yet
Καὶ τοῦτο πρὸς τοὺς ὑδροφόβους δεδοικότας
Ἔλεγε διὰ πείρας γεγονέναι Νικήρατος.
Αὐτῷ τε καὶ φίλοις κρίνειν δυναμένοις,
Τὰ τῶν παραδόξων φαρμάκων ἰδιώματα.
Λυκίου κρατίστου Παταρικοῦ τριώβολον,
Τοῦ δ᾿ Ἰνδικοῦ βέλτιστον ἄν ᾖ σοι παρὸν,
Διδόναι προσέταττεν ἡμέρας δυσὶν εἴκοσι,
Νήστεσι δι᾿ ὕδατος, ὥσπερ εἶπον ἀρτίως.
Λέγεται δὲ ποιεῖν ταῦτα καὶ Βρεττανικῆς
Δοθεὶς ὁμοίως χυλὸς, ὥσπερ τὸ Λύκιον.
Καὶ τοῦτο δ᾿ ἱκανῶς παρ᾿ ἐνίοις θαυμάζεται,
Ἄρκτου χολῆς β΄. μύστρα καταμίξας δυσὶν
Ὕδατος κυάθοις, πρόσφερ᾿ ἐπὶ τρεῖς ἡμέρας,
Μήπω λαβοῦσι τὴν τροφὴν, ὄρθρον τ᾿ ἄγαν.
Πρὸς λυσσοδήκτους ἔχε μάλισθ᾿ ὅπου πολὺς
Εἰς τὸ πάθος ἐμπίπτει καὶ λυσσᾷ κύων.
Ἔμπλαστρος ᾖ χρῶμαι πρὸς τὸν τῶν δηγμάτων
Ἰχῶρ᾿, ἀρέσκει τὶ πέλιόν τ᾿, ἢ καὶ μέλαν
Τοῖς τραύμασιν πρόσεστι, τοῦτο περικνίσας
Ἐπίβαλλε τὴν ἔμπλαστρον ἐπὶ χρόνον πολὺν,
Δι᾿ ἡμερῶν τὸ τραῦμα πλατύτερον ποιῶν,
Ἑλκοῦν δυναμένῳ φαρμάκῳ ἐσχαρωτικῷ,
Ποιοῦσαν ἀμέλει καὶ πρὸς ἄλλων θηρίων
Τῶν ἰοβόλων πληγάς τε καὶ τὰ δήγματα,
Ἀκίδων τε φαύλοις φαρμάκοις βεβλαμμένων,
Καὶ πρὸς κακοήθη πάντα ἐξηλκωμένα,
Τῆς γῆς μελαίνης κᾀμπελίτιδος δραχμὰς
Δὶς κέ. καὶ λιθαργύρου καλῆς
Σταθμὸν τὸν αὐτὸν, ταὐτό τ᾿ ἀσφάλτου βάρος
Ἴσας τ᾿ ἐλαίου. τοῖς τρισὶν τούτοις δραχμὰς
Τῆς Ἀττικῆς τε προπόλεως δὶς εἴκοσι,
Ἀριστολοχίας, συμφύτου τ᾿ ἀνὰ τέσσαρας,
Δὶς δύο πρασίου, καὶ ἑλενίου τὰς ἴσας,
Χαμαιλέοντος τέσσαρας, τρεῖς σμυρνίου.
Τὸ δ᾿ αὐτὸ λευκῆς ἴρεως ξηρᾶς καλῆς.
Τρεῖς δ᾿ ὀμφακίνης κηκίδος, ἕξ στυπτηρίας,
Πολίου τε ταὐτὸ, χαλβάνης τ᾿ ὀβολοῦ πλέον,
Λιβάνου τ᾿ ἀτμήτου ιβ΄. ὁλκῆς ἥμισυ,
Χαλκίτεως ὀπτῆς τε τέσσαρας δραχμὰς,
Κενταυρίου λεπτοῦ τε δραχμὰς τρὶς β΄.
Δὶς πέντε καὶ δέκα μέλιτος Ἀττικοῦ νέου.
Σκεύαζε δ᾿ αὐτὴν ἐπιμελῶς αὐτὸς παρών.
Καὶ γὰρ σφόδρ᾿ εἰ καὶ κατακαίεται ταχὺ,
Τὴν ἀμπελῖτιν καὶ λιθάργυρον βαλὼν,
Εἰς λοπάδα καινὴν εὐμεγέθη προσέμβαλε,
Λεῖον ἔλαιον ἕψε μαλθακῷ πυρὶ,
Ὅταν δ᾿ ἴδῃς ῥυπῶδες, ἔμπασον τότε
Στυπτηρίαν, χαλκῖτιν, ἑτέραν δῆτ᾿ ἔχων
Χύτραν τε, τῆκε τὸ μέλι καὶ τὴν χαλβάνην,
Πρόπολίν τε καὶ τὰ λοιπὰ τηκτὰ μίγματα
Κατάχει μετρίως ζέοντα τῆς λιθαργύρου,
Καὶ συζέσας ἐπ᾿ ὀλίγον, ὅταν ἴδῃς ὅτι
Ἔμπλαστρος ἔσται ἀμόλυντος, ἐμπάσσεις τότε
Τὰς πόας τε καὶ τὰ λοιπὰ ῥιζία,
Ἄρας τε ταχέως τὴν χύτραν ἀπὸ τοῦ πυρὸς,
Ψῦξον, διακινῶν ἐπ᾿ ὀλίγον τὸ φάρμακον,
Συνεκμαλάσσων χερσὶν εὐτονωτέραις,
Ἀπόθου, φυλάττων δέρματ᾿ ἐσκεπασμένην,
Καὶ τῶν ἀκίδων τῶν πεφαρμακευμένων,
Τὰ τραύματ᾿ ἔγνω ταὐτὰ ποιεῖν ἑρπετοῖς