Ancient Greek · ~4 min
Volume 19
Galen, De libris propriis liber 19.14
Not analysed yet
τίνα μάλιστα τῶν παλαιῶν ἐπαινοῖμι ***. θαυμάσιον δὲ τὸν Ἐρασίστρατον ἀποφαίνει τά τ' ἄλλα τῆς τέχνης καὶ ταῦτα. δι' ἐκεῖνον οὖν ἔγραψα φιλοτιμότερον τὰ περὶ τῆς Ἱπποκράτους ἀνατομῆς ἓξ βιβλία καὶ τὰ περὶ τῆς Ἐρασιστράτου τρία. καὶ λέγων γέ ποτ' εἰς τὰ τῶν ἰατρῶν τῶν παλαιῶν βιβλία δημοσίᾳ προβληθέντος μοι τοῦ περὶ αἵματος ἀναγωγῆς Ἐρασιστράτου καὶ γραφείου καταπαγέντος εἰς αὐτὸ κατὰ τὸ ἔθος, εἶτα δειχθέντος ἐπ' ἐκεῖνο τὸ μέρος τοῦ βιβλίου, καθ' ὃ τὴν φλεβοτομίαν παραιτεῖται, πλείω πρὸς αὐτὸν εἶπον, ὅπως λυπήσαιμι τὸν Μαρτιάλιον Ἐρασιστράτειον εἶναι προσποιούμενον. ἐπεὶ δ' ἱκανῶς ὁ λόγος ηὐδοκίμησεν, ἐδεήθη μού τις φίλος ἐπαχθῶς ἔχων πρὸς αὐτὸν ὑπαγορεῦσαι τὰ ῥηθέντα τῷ πεμφθησομένῳ παρ' αὐτοῦ πρός με διὰ σημείων εἰς τάχος ἠσκημένῳ γράφειν, ὅπως, ἂν ἐξορμήσῃ τῆς πόλεως οἴκαδε, δύναιτο λέγειν αὐτὰ πρὸς τὸν Μαρτιάλιον ἐν ταῖς τῶν νοσούντων ἐπισκέψεσιν. ἔπειτ' οὐκ οἶδ' ὅπως, ὅτε τὸ δεύτερον ἧκον εἰς Ῥώμην ὑπὸ τῶν αὐτοκρατόρων μετακλη‖