Ancient Greek
Volume 19
Galen, De libris propriis liber 19.15
Not analysed yet
θείς, ὁ μὲν λαβὼν ἐτεθνήκει, τὸ βιβλίον δ' εἶχον οὐκ ὀλίγοι κατὰ τὴν ἐν τῷ τότε καιρῷ φιλοτιμίαν συγκείμενον, ἡνίκ' ἤλεγχον δημοσίᾳ· καὶ γὰρ δὴ καὶ νέος ὢν ἔτι τοῦτ' ἔπραξα τέταρτον ἔτος ἄγων καὶ τριακοστόν. ἐξ ἐκείνου δ' ὥρισα μήτε διδάσκειν ἔτι δημοσίᾳ μήτ' ἐπιδείκνυσθαι προσδεξαμένης με τῆς κατὰ τοὺς θεραπευομένους εὐτυχίας μείζονος εὐχῆς· εἰδὼς γὰρ τοὺς ἀντιτέχνους, ὅταν ἐπαινῆταί τις ἰατρός, ὡς φθονοῦσιν αὐτὸν λογίατρον ἀποκαλοῦντες, ἀπορράψαι τὴν βάσκανον γλῶτταν αὐτῶν ἐβουλήθην οὔτ' ἐπὶ τῶν θεραπευομένων φθεγγόμενός τι περαιτέρω τῶν ἀναγκαίων οὔτε διδάσκων ἐν πλήθει, καθάπερ ἔμπροσθεν, οὔτ' ἐπιδεικνύμενος ἀλλὰ διὰ τῶν ἔργων τῆς τέχνης μόνων ἐνδεικνύμενος ἣν εἶχον ἕξιν ἐν τοῖς θεωρήμασιν αὐτῆς. ἔτεσι δὲ τρισὶν ἄλλοις ἐν Ῥώμῃ διατρίψας ἀρξαμένου τοῦ μεγάλου λοιμοῦ παραχρῆμα τῆς πόλεως ἐξῆλθον ἐπειγόμενος εἰς τὴν πατρίδα μηδενὶ ***ἐν τῷ χρόνῳ τούτῳ περὶ μὲν τῶν Ἱπποκράτους καὶ Πλάτωνος δογμάτων ἓξ βιβλία <συνέγραψα> προτρεψαμένου με τοῦ Βοηθοῦ, περὶ δὲ μορίων χρείας ἓν ‖