Ancient Greek · ~5 min
Volume 19
Galen, De libris propriis liber 19.24
Not analysed yet
γὰρ τὰ τῆς ἀνατομῆς ἐν ταῖς ἐγχειρήσεσι γέγραπται. τὸ μὲν οὖν πρῶτον ἐν αὐταῖς περὶ τῶν κατὰ τὰς χεῖράς ἐστι μυῶν καὶ συνδέσμων, τὸ δὲ δεύτερον περὶ τῶν κατὰ τὰ σκέλη μυῶν καὶ συνδέσμων, τὸ δὲ τρίτον περὶ τῶν ἐν τοῖς κώλοις νεύρων καὶ ἀγγείων, τὸ δὲ τέταρτον περί τε τῶν τὰς γνάθους καὶ τὰ χείλη κινούντων μυῶν καὶ [περὶ] τὴν κάτω γένυν ἔτι τε τῶν τὴν κεφαλὴν καὶ τράχηλον <καὶ> ὠμοπλάτας, τὸ δὲ πέμπτον περὶ τῶν τοῦ θώρακος μυῶν καὶ τῶν κατ' ἐπιγάστριον καὶ τῶν ψοῶν καὶ τῶν <κατὰ> ῥάχιν, τὸ δ' ἕκτον περὶ τῶν τῆς τροφῆς ὀργάνων, ἅπερ ἐστὶν ἔντερα καὶ γαστὴρ ἧπάρ τε καὶ σπλὴν καὶ νεφροὶ καὶ κύστις ὅσα τ' ἄλλα σὺν τούτοις· τὸ δ' ἕβδομον καὶ ὄγδοον τῶν πνευματικῶν μορίων ἀνατομὴν περιέχει, τὸ μὲν ἕβδομον τῶν κατὰ τὴν καρδίαν καὶ τὸν πνεύμονα καὶ τὰς ἀρτηρίας τεθνεῶτός τε καὶ ζῶντος ἔτι τοῦ ζῴου, τὸ δ' ὄγδοον τῶν καθ' ὅλον τὸν θώρακα· τὸ δ' ἔνατον ἐγκεφάλου τε καὶ νωτιαίου ἀνατομὴν ἔχει, τὸ δὲ δέκατον ὀφθαλμῶν καὶ γλώττης καὶ στομάχου καὶ τῶν τούτοις συνεχῶν, τὸ δ' ἑνδέκατον τῶν κατὰ ‖