Ancient Greek · ~4 min
Volume 19
Galen, De libris propriis liber 19.25
Not analysed yet
τὸν λάρυγγα καὶ τὸ καλούμενον ὐοειδὲς ὀστοῦν καὶ τῶν συνεχῶν αὐτοῖς ἔτι <τε> τῶν εἰς αὐτὰ παραγιγνομένων νεύρων· τὸ δὲ δωδέκατον ἀρτηριῶν καὶ φλεβῶν, τὸ δὲ τρισκαιδέκατον τῶν ἀπ' ἐγκεφάλου νεύρων, τὸ δὲ τεσσαρεσκαιδέκατον τῶν ἀπὸ νωτιαίου, τὸ δὲ πεντεκαιδέκατον τῶν γεννητικῶν μορίων. τὰ μὲν οὖν ἀναγκαῖα τῆς ἀνατομικῆς θεωρίας ταῦτ' ἐστίν, ἐπὶ δὲ τοῖς ἀναγκαίοις ἄλλα χρήσιμα καὶ ταυτὶ γέγραπται· τῶν Μαρίνου βιβλίων ἀνατομικῶν εἴκοσιν ὄντων ἐν τέτταρσιν ἡμετέροις ἐπιτομή, καθάπερ καὶ τῶν Λύκου πάντων ἐν δυοῖν· ὑπογράψω δ' αὐτῶν ἑκάστου τὰ κεφάλαια. κατὰ τὴν πρώτην ἐπιτομὴν τῶν τοῦ Μαρίνου βιβλίων ἀνατομικῶν ἓξ [αὐτοῦ] τὰ πρῶτα περιέχεται· γράφει δ' ἐν μὲν τῷ πρώτῳ τῶν ἓξ τὸ προοίμιον τῆς ὅλης θεωρίας, εἶτα περὶ δέρματος, εἶθ' ἑξῆς περὶ τριχῶν, εἶτα περὶ ὀνύχων καὶ σαρκῶν καὶ πιμελῆς καὶ στέατος· ἐν δὲ τῷ δευτέρῳ περὶ ἀδένων καὶ ὑμένων καὶ ὑμενωδῶν χιτώνων περιτοναίου τε καὶ ὑπεζωκότος καὶ διαφράγματος· ἐν <δὲ> τῷ τρίτῳ περὶ τῶν λόγῳ θεωρητῶν ἀγγείων καὶ φλεβῶν καὶ ἀρτηριῶν ἀνατο‖