Ancient Greek · ~5 min
Volume 19
Galen, De libris propriis liber 19.26
Not analysed yet
μῆς καὶ εἰ κατὰ φύσιν ἐν ἀρτηρίαις αἷμα περιέχεται· κατὰ δὲ τὸ τέταρτον, τίς ἐνέργεια ἀρτηριῶν καὶ τίς χρεία καὶ πόθεν ἄρχονται, καὶ τἆλλα ζητούμενα περὶ αὐτῶν, εἶθ' ἑξῆς περὶ οὐρητήρων, περὶ οὐρητικῶν πόρων καὶ οὐράχου καὶ σπερματικῶν ἀγγείων καὶ χολωδῶν ἀγγείων καὶ πόρων καὶ ἀδένων καὶ περὶ τοῦ ἀπὸ τῶν ἀδένων ἀγγείου καὶ περὶ βρόγχου καὶ περὶ τῶν κατὰ τοὺς μασθοὺς ἀγγείων, ἐν οἷς τὸ γάλα, καὶ περὶ τῶν ἐν τῷ σώματι κεχυμένων καὶ ἀγγείοις περιεχομένων καὶ τίν' ἐν τίσι περιέχεται τῶν ὑγρῶν καὶ τῶν κεχυμένων, καὶ περὶ τροφῆς· ἐν δὲ τῷ πέμπτῳ περὶ τῶν κακὰ τὴν κεφαλήν, τῶν τ' ἄλλων καὶ τῶν ῥαφῶν καὶ μέντοι καὶ τῶν κατὰ τὸ πρόσωπον ῥαφῶν τε καὶ συμφύσεων καὶ πάντων τῶν τῆς κεφαλῆς ὀστῶν καὶ περὶ τῶν κατ' αὐτήν τε καὶ τὸ πρόσωπον τρημάτων καὶ περὶ τῆς κάτω γνάθου καὶ τῶν κατ' αὐτὴν τρημάτων καὶ εἰ ἔστι σύμφυτος ἑαυτῇ, περί τε τῶν ὀδόντων καὶ τοῦ προσκειμένου τῇ κεφαλῇ τοῦ βρόγχου ὀστοῦ καὶ τῶν συνεχῶν αὐτῷ τῶν κατὰ τὰ παρίσθμια τεταμένων· ἐν δὲ τῷ ἕκτῳ περί τ' ὀσχέου γράφει καὶ ἱεροῦ ὀστοῦ καὶ ἰσχίου καὶ πλευροῦ καὶ ‖