Ancient Greek · ~4 min
Volume 19
Galen, De libris propriis liber 19.34
Not analysed yet
ρασκευάσας οἷς ἅπαντα τὰ κατὰ τὴν ἰατρικὴν τέχνην ὑφ' Ἱπποκράτους εἰρημένα περιέχεται διδασκαλίαν ἔχοντα σαφῆ θ' ἅμα καὶ παντοίως ἐξειργασμένην· ἰδίᾳ μὲν γὰρ περὶ κρισίμων ἡμερῶν ἔγραψα κατὰ τὴν Ἱπποκράτους γνώμην, ἰδίᾳ δὲ περὶ κρίσεων, ἰδίᾳ δὲ περὶ δυσπνοίας ἑκάστου τε τῶν ἄλλων ὅλην τε τὴν θεραπευτικὴν μέθοδον ὡσαύτως ἐν τέσσαρσι καὶ δέκα βιβλίοις ἐποιησάμην [ἅπαντα τὰ θεραπευτικὰ καὶ πρὸς αὐτοῖς ταύτην, ἃ κατὰ τὴν ἐκείνου γνώμην]. ἐξηγήσεις δὲ καθ' ἑκάστην αὐτοῦ λέξιν ἤδη πολλοῖς τῶν πρὸ ἐμοῦ γεγραμμένας οὐ φαύλως εἰδώς, εἴ τι μοι μὴ καλῶς ἐδόκουν εἰρηκέναι, περιττὸν ἡγούμην ἐλέγχειν· ἐνεδειξάμην δὲ τοῦτο δι' ὧν πρῴην ἔδωκα τοῖς παρακαλέσασι, σπανιάκις ἐν αὐτοῖς εἰπών τι πρὸς τοὺς ἐξηγουμένους αὐτάς. τὴν ἀρχὴν γὰρ οὐδ' εἶχον αὐτῶν ἐν Ῥώμῃ τὰ ὑπομνήματα, πάντων ὧν ἐκεκτήμην βιβλίων ἐν Ἀσίᾳ μεινάντων· εἴ που τοίνυν ἐμεμνήμην ὑπό τινος αὐτῶν πάνυ τι μοχθηρῶς εἰρημένον, ὡς μεγάλως βλάπτεσθαι περὶ τὰ τῆς τέχνης ἔργα τοὺς πιστεύσαντας αὐτοῖς, ἐπεση‖