Ancient Greek · ~4 min
Volume 19
Galen, De libris propriis liber 19.35
Not analysed yet
μηνάμην τοῦτο, τὰ δ' ἄλλα πάντα κατὰ τὴν ἐμαυτοῦ γνώμην εἶπον ἄνευ τοῦ μνημονεῦσαι τῶν ἄλλως ἐξηγουμένων· καὶ τά γ' εἰς τοὺς ἀφορισμοὺς ὑπομνήματα καὶ τὸ περὶ ἀγμῶν καὶ τὸ περὶ ἄρθρων ἔτι τε τὸ προγνωστικὸν καὶ τὸ περὶ διαίτης ὀξέων τό τε περὶ ἑλκῶν καὶ τῶν ἐν κεφαλῇ τρωμάτων τό τε πρῶτον τῶν ἐπιδημιῶν οὕτως ἐγράφη. μετὰ ταῦτα δέ τινος ἀκούσας ἐξήγησιν ἀφορισμοῦ μοχθηρὰν ἐπαινοῦντος ὅσα τοῦ λοιποῦ τισιν ἔδωκα, πρὸς κοινὴν ἔκδοσιν ἀποβλέπων, οὐκ ἰδίαν ἕξιν ἐκείνων μόνων τῶν λαβόντων, οὕτως συνέθηκα· ταῦτα δ' ἐστὶν ἐπιδημιῶν μὲν τὰ εἰς τὸ δεύτερον καὶ τρίτον καὶ ἕκτον ὑπομνήματα γεγραμμένα, πρὸς τούτοις δὲ καὶ τοῦ περὶ χυμῶν καὶ περὶ τροφῆς καὶ προρρητικοῦ περί τε φύσιος ἀνθρώπου καὶ τοῦ κατ' ἰητρεῖον, ὥσπερ γε καὶ τοῦ περὶ τόπων, ἀέρων, ὑδάτων, ὃ ἐγὼ περὶ οἰκήσεων καὶ ὑδάτων καὶ ὡρῶν καὶ χωρῶν ἐπιγεγράφθαι φημὶ δεῖν. ἔστι δὲ τὰ μὲν εἰς τοὺς ἀφορισμοὺς ἑπτά, τὰ δ' εἰς τὰ περὶ ἀγμῶν τρία, τὰ δ' εἰς τὰ ‖