Ancient Greek · ~4 min
Volume 19
Galen, De libris propriis liber 19.36
Not analysed yet
περὶ ἄρθρων τέτταρα, τὰ δ' εἰς τὸ προγνωστικὸν τρία, τὰ δ' εἰς τὸ περὶ διαίτης ὀξέων, τρία μὲν εἰς τὸ γνήσιον αὐτοῦ μέρος, δύο δ' εἰς τὰ προσκείμενα. τὸ δὲ περὶ ἑλκῶν καὶ τὸ περὶ <τῶν> ἐν κεφαλῇ τρωμάτων ἑκάτερον ἐξηγησάμην δι' ἑνὸς βιβλίου, τὸ δὲ πρῶτον τῶν ἐπιδημιῶν, ὥσπερ γε καὶ τὸ τρίτον, διὰ τριῶν ἑκάτερον, τὸ δὲ δεύτερον δι' ἕξ, δι' ὀκτὼ δὲ τὸ ἕκτον· εἰς δὲ τὸ περὶ χυμῶν ὑπομνήματά μοι τρία γέγονεν, ὥσπερ γε καὶ εἰς τὸ προγνωστικὸν καὶ εἰς τὸ κατ' ἰητρεῖον καὶ εἰς τὸ περὶ τόπων καὶ ἀέρων καὶ ὑδάτων· εἰς δὲ τὸ περὶ τροφῆς ὑπομνήματά μοι τέτταρα γέγονεν, εἰς δὲ τὸ περὶ φύσιος ἀνθρώπου δύο, ὧν ἤδη γεγονότων ἀκούσας ὑπό τινων διαβάλλεσθαι τὸ βιβλίον ὡς οὐ γνήσιον ἔγραψα τρία τὴν ἐπιγραφὴν ἔχοντα τήνδε ‘ὅτι καὶ κατ' ἄλλα συγγράμματα τὴν αὐτὴν δόξαν ἔχων ὁ Ἱπποκράτης φαίνεται <τῇ> κατὰ τὸ <περὶ> φύσιος ἀνθρώπου.’ τῷ δ' Ἱπποκράτει προσήκοντ' ἐστὶ καὶ ταῦτα· περὶ τῆς καθ' Ἱπποκράτην ‖