Ancient Greek · ~4 min
Volume 19
Galen, De libris propriis liber 19.37
Not analysed yet
διαίτης ἐπὶ τῶν ὀξέων νοσημάτων, ὥσπερ γε καὶ ἡ τῶν παρ' αὐτῷ γλωττῶν ἐξήγησις, καὶ τὸ πρὸς Λύκον περὶ τοῦ ἀφορισμοῦ, οὗ ἡ ἀρχὴ ‘τὰ αὐξανόμενα πλεῖστον ἔχει τὸ ἔμφυτον θερμόν’, ὥσπερ γε καὶ <τὸ> πρὸς Ἰουλιανὸν τὸν μεθοδικὸν ὑπὲρ ὧν ἐνεκάλεσεν τοῖς Ἱπποκρατείοις ἀφορισμοῖς. Ἱπποκράτει δὲ προσήκει καὶ ἄλλο τι βιβλίον σμικρόν, ἐν ᾧ δείκνυμι [καὶ] τὸν ἄριστον ἰατρὸν πάντως εἶναι καὶ φιλόσοφον, ἐπιγράφεται δὲ τὸ βιβλίον καὶ διὰ συντομωτέρας ἐπιγραφῆς οὕτως· <‘ὅτι ὁ ἄριστος ἰατρὸς καὶ φιλόσοφος’>. Περὶ τῶν εἰς Ἐρασίστρατον διαφερόντων. Εἰς μὲν τὸ πρῶτον τῶν περὶ πυρετῶν ὑπομνήματα γέγραπται τρία, τοῦ τρίτου δὲ περὶ πυρετῶν τὰ πρῶτα τῆς Ἐρασιστράτου θεραπευτικῆς πραγματείας ἐστὶν ὑπομνήματα· αὕτη δ' ἡ θεραπευτικὴ πραγματεία τὴν μὲν ἐπιγραφὴν ἔχει ‘περὶ τῶν Ἐρασιστράτου θεραπευτικῶν λογισμῶν’, γέγονε δ' ἐν ὑπομνήμασιν πέντε. ἔστι δὲ καὶ τὰ περὶ Ἐρασιστράτου ἀνατομῆς τρία βιβλία καὶ περὶ φλεβοτομίας δύο, τό τε πρὸς Ἐρασίστρατον αὐτὸν γεγραμμένον καὶ τὸ πρὸς <τοὺς>