Ancient Greek · ~4 min
Volume 19
Galen, De libris propriis liber 19.45
Not analysed yet
τῶν τεχνῶν συστάσεως τρία· περὶ τῶν σημαινομένων ἐκ τῆς <κατ'> εἶδος καὶ γένος φωνῆς καὶ τῶν παρακειμένων αὐτοῖς· σύνοψις τῆς ἀποδεικτικῆς θεωρίας, ἕν· περὶ τῆς κρίσεως τῶν διαφωνούντων ἐν τοῖς δόγμασιν· ‘ὅτι τῆς πρώτης οὐσίας ἀχώριστος ἡ ποσότης’ ἕν· [περὶ τοῦ προτέρου ἕν]· περὶ τῆς δι' ἀδυνάτου ἀποδείξεως ἕν· περὶ τῶν ἕνεκά του γιγνομένων ἕν [περὶ τῶν πολλαχῶς λεγομένων δύο]· περὶ τῆς κατ' ὄνομα καὶ σημαινόμενον ζητήσεως. <Περὶ τῶν τῆς ἠθικῆς φιλοσοφίας βιβλίων. >Περὶ τῶν τῆς ἠθικῆς φιλοσοφίας ἐζητημένων ὅσα μοι δοκεῖ, διὰ τῶν ὑπογεγραμμένων βιβλίων ἀπεφηνάμην· περὶ τῶν ἰδίων ἑκάστῳ παθῶν καὶ ἁμαρτημάτων τῆς διαγνώσεως δύο· περὶ ἠθῶν τέτταρα· πρὸς τὸν Φαβωρῖνον κατὰ Σωκράτους· περὶ ἀλυπίας ἕν, περὶ τοῦ κατὰ φιλοσοφίαν τέλους ἕν· περὶ τῆς τῶν ἐπιδεικνυμένων <πρὸς> τοὺς ἀκούοντας συνουσίας ἕν· περὶ τῶν ἀναγιγνωσκόντων λάθρα ἕν· περὶ ἁμαρτημάτων καὶ κολάσεως ἰσότητος ἕν· περὶ παραμυθίας ἕν· περὶ τῆς ἐν αὐλῇ Μενάρχου διατριβῆς πρὸς Βακχίδην καὶ Κῦρον ἕν· περὶ τῆς ἐν τοῖς δια‖