Ancient Greek · ~4 min
Volume 19
Galen, De libris propriis liber 19.46
Not analysed yet
λόγοις συνουσίας ἕν· πρὸς τοὺς ἀγοραίους ῥήτορας ἕν· περὶ ἡδονῆς καὶ πόνου ἕν· περὶ τῶν ἀκολούθων ἑκάστῳ τέλει βίων ἕν· περὶ τῶν δημοσίᾳ ῥηθέντων πρὸς τοὺς ἀπὸ τῶν αἱρέσεων ἕν· περὶ ὁμονοίας ἕν· περὶ αἰδοῦς δύο· περὶ τῶν δημοσίᾳ ῥηθέντων κατὰ κολάκων δύο· περὶ τῆς διαβολῆς, ἐν ᾧ καὶ περὶ τοῦ ἰδίου βίου· Κρονίσκοι ἑπτὰ ἐν ἑνί [πρὸς τοὺς ἀπὸ τῶν αἱρέσεων]· <περὶ> τῶν ἐπὶ Περτίνακος δημοσίᾳ ῥηθέντων ἕν· ‘μέχρι πόσου τῆς παρὰ τοῖς πολλοῖς τιμῆς καὶ δόξης φροντιστέον ἐστίν’· περὶ διαθηκῶν ποιήσεως. Τὰ πρὸς τὴν Πλάτωνος φιλοσοφίαν ἀνήκοντα. Περὶ τῆς Πλάτωνος αἱρέσεως ἕν· περὶ τῶν ἐν τῷ Πλάτωνος Τιμαίῳ ἰατρικῶς εἰρημένων ὑπομνήματα τέτταρα· πρὸς τοὺς ἑταίρους ἢ Πλάτων· περὶ τῶν ἰδίων δοξάντων τρία· περὶ τῆς κατὰ Πλάτωνα λογικῆς θεωρίας· Πλατωνικῶν διαλόγων συνόψεως ὀκτώ· περὶ τῶν ἐν Φιλήβῳ μεταβάσεων ἕν· περὶ τῶν τῆς ψυχῆς μερῶν καὶ δυνάμεων τρία· ‘ὅτι ταῖς τοῦ σώματος κράσεσιν αἱ τῆς ψυχῆς ἕπονται δυνάμεις’ [βʹ· καὶ ἄλλο καθ' ἑτέραν ἔκδοσιν]· περὶ τῶν Ἱπποκράτους καὶ Πλάτωνος δογμάτων ἐννέα. ‖