Ancient Greek
Volume 19
Galen, De ordine librorum suorum ad Eugenianum 19.54
Not analysed yet
ἀληθείᾳ, καὶ χωρὶς τῆς ἀποδεικτικῆς θεωρίας οὗτος ὠφελεῖσθαι δυνήσεται πρὸς τῶν ἡμετέρων ὑπομνημάτων, οὐ κατ' ἐπιστήμην ἀκριβῆ τῶν πραγμάτων (τοῦτο γὰρ ὑπάρχει μόνοις τοῖς ἀποδεικτικοῖς) ἀλλὰ κατὰ δόξαν ὀρθήν, ὑπὲρ ἧς εἰκότως εἴρηται τοῖς παλαιοῖς ὡς εἰς μὲν τὰς πράξεις οὐδὲν ἐπιστήμης ἀπολείπεται, τὸ μόνιμον δ' αὐτῇ καὶ βέβαιον οὐ πρόσεστιν. ἀναγνώσεται τοιγαροῦν οὗτος ἁπάντων πρῶτα τὰ τοῖς εἰσαγομένοις γεγραμμένα, τό τε περὶ τῶν αἱρέσεων, ὃ δὴ καὶ κατὰ τήνδε τὴν λέξιν ἐπιγέγραπται ‘περὶ αἱρέσεων τοῖς εἰσαγομένοις’ καὶ τὸ περὶ <τῶν> σφυγμῶν, ὃ δὴ καὶ αὐτὸ παραπλησίως ἐπιγέγραπται ‘περὶ σφυγμῶν τοῖς εἰσαγομένοις’, καὶ τρίτον, ὃ ‘περὶ ὀστῶν τοῖς εἰσαγομένοις’ ἐπιγέγραπται, τῆς ἀνατομικῆς πραγματείας ὑπάρχον πρῶτον, ἣν δὴ καὶ πᾶσαν εἴ τις βούλοιτο διελθεῖν, ἐπὶ τὴν τῶν ἀνατομικῶν ἐγχειρήσεων ἡκέτω πρὸ τῶν ἄλλων· αὕτη γὰρ διδάσκει τὰ φαινόμενα μόρια κατὰ τὰς ἀνατομὰς ὡς ἔχει μεγέθους τε καὶ θέσεως καὶ διαπλάσεως καὶ πλοκῆς [καὶ χροιᾶς] καὶ τῆς πρὸς ἄλληλα κοινωνίας. ὁ δ' ἐν τῇ τού‖