Ancient Greek
Section 100
Galen, De victu attenuante 100
Not analysed yet
ἄδοξοι δ’ οἶ τοιοῦτοι πάντες εἰσὶ καὶ διά τοῦτο λανθάνουσι τοὺς πολλοὺς καίτοι πολλαχόθι γεννώμενοι τῷ μήτε τοῖς ἐμπόροις λυσιτελεῖν [ἐξ] αὐτοὺς ὠνεῖσθαι μήθ’ ὑπὸ τῶν κεκτημένων σπουδάζεσθαι [πιπράσκεσθαι]· φνὸν γὰρ ἅμα καὶ παχὺν οἶνον μέλανα τίς ἂν ἢ εἰς συμπόσιον παρασκευάσειεν ἢ εἰς γάμους ἢ εἰς θεῶν θυσίαν ἢ εἰς ἄλλην τιν’ εὐφροσύνην;