Ancient Greek · ~1 min
Section 99
Galen, De victu attenuante 99
Not analysed yet
μέλανος δ’ οἴνου γλυκέος ἅμα καὶ αὐστηροῦ παράδειγμα τὸν ἐκ τῆς Κιλικίας οἶνον ἔχοις ἄνι’ ὂν †ὀνοβάστην ὀνομάζουσιν· ἄχρηστος δ’ οὗτος ἅπασίν ἐστι τοῖς κατὰ θώρακα καὶ πνεύμονα πάθεσιν ὑπὲρ ὦν ὁ λόγος ἐνέστηκε καὶ ἔτι μᾶλλον ὅσοι στρυφνοὶ μὲν ἐπιφανῶς εἰσι, γλυκύτητος δ’ ἢ οὐδόλως ἢ παντάπασιν ἀμυδρῶς μετέχουσιν.