Ancient Greek · ~2 min
Section 107
Galen, De victu attenuante 107
Not analysed yet
ἐν τούτω τῷ γένει καὶ πρὸς τούς κάμνοντάς εἰσι χάριτες τοῖς ἰατροῖς· τὸ μὲν γάρ βλαβερὸν αἰτοῦσιν αὐτοῖς οὐκ ἂν τις συγχωρήσειεν, ὥσπερ οὐδ’ εἰ φύγοιεν τὸ συμφέρον, τὰ δ’ οὐδέτερα καὶ φεύγουσι καὶ διώκουσι τοῖς κάμνουσι συγχωρητέον σκοπὸν ἐν αὐτοῖς οὐ τὴν ὠφέλειαν ἢ τὴν βλάβην ὥσπερ ἐν τοῖς ὑγιεινοῖς τε καὶ νοσώδεσιν, ἀλλὰ τὴν ἐπιθυμίαν τοῦ κάμνοντος ποιούμενον.