Ancient Greek · ~2 min
Section 108
Galen, De victu attenuante 108
Not analysed yet
ἔστι δ’ οὐχ ἀπλῶς μία φύσις ἐδεσμάτων ἢ πομάτων ἢ ὅλως διαιτημάτων ὑγιεινὴ καὶ νοσώδης καὶ οὐδετέρα, ἀλλ’ ἐν τῷ πρός τι πάντα τὰ τοιαῦτα λέγεται· ὧν οὑν ἐμνημόνευσα κατ’ ἀρχὰς τοῦδε τοῦ λόγου νοσημάτων, ὑγιεινὴ μὲν ἡ λεπτύνουσα δίαιτα, νοσώδης δ’ ἡ παχύνουσα, μέση δ’ ἀμφοῖν ᾗ μηδέτερον ὑπάρχει σαφῶς, ἀλλ’ ὧς ἂν διακείμενα παραλάβῃ τὰ ἐν τῷ σώματι, τοιαῦτα φυλάττει.