Ancient Greek
Section 110
Galen, De victu attenuante 110
Not analysed yet
οὔτ’ οὖν φλεγμαίνουσιν οὔτε σκιρρουμένοις οὔτ’ ἐμπεφραγμένοις τὰ στενὰ στόματα τῶν ἀγγείων τοῖς σπλάγχνοις οὐδὲν τῶν γλυκέων ἐπιτήδειον, οὐδ’ οὖν οὐδ’ αὐτὸ τὸ μέλι καίτοι τμητικῆς ὑπάρχον δυνάμεως, ἀλλὰ καὶ τούτου τὸ σφοδρὸν τῆς γλυκύτητος ὄξους ἐπιμιξίᾳ κολάζουσι.