Ancient Greek
Section 111
Galen, De victu attenuante 111
Not analysed yet
καὶ οὕτως ἂν εἴη σοι καὶ λόγῳ καὶ πείρᾳ βασανίζοντι τῶν εἰς λεπτύνουσαν δίαιταν ἐπιτηδειότατον τὸ ὀξύμελι· τό τε γοῦν φαρμακῶδες ὅ τισιν ὑπάρχει τῶν λυσιτελούντων τούτῳ οὐ πρόσεστιν οὔτε κακόχυμόν ἐστιν οὔτε κακοστόμαχον οὔτ’ ἄλλην ἀτοπίαν ἔχον οὐδεμίαν.