Ancient Greek
Section 112
Galen, De victu attenuante 112
Not analysed yet
εἰ δὲ καὶ σκιλλητικὸν εἴη τὸ ὄξος, οὕτω μὲν ἂν οὐ διαιτημάτων μόνον ἀλλὰ καὶ φαρμάκων ἁπάντων ὑπάρχοι τμητικώτερον, καὶ προσήκει τοιούτῳ οἴνῳ χρῆσθαι καὶ ὄξει τοὺς ἄκρως τέμνειν καὶ λεπτύνειν βουλομένους ὅσον ἐν τῷ σώματι παχὺ καὶ γλίσχρον καὶ φλεγματῶδες ὑποτρέφεται περίττωμα, ὧς ἔγωγε μυρίους οἶδα τἆλλα μὴ πάνυ καλῶς διαιτωμένους ὑγιεῖς εἰς τέλος γενομένους ἐπὶ τῷ διὰ τῆς σκίλλης ὄξει τε καὶ οἴνῳ.