Ancient Greek · ~1 min
Section 115
Galen, De victu attenuante 115
Not analysed yet
δὴ φυλάττεσθαι παραινῶ καὶ πρὸ τούτων τοὺς μύκητας καὶ τωι ᾠῶν τά ἑφθά· τά γὰρ ῥοφητὰ καλούμενα μετρίως καχύνει, καθάπερ καὶ τὸ διὰ χόνδρου ῥόφημα προσλαβὸν οὐκ ἀνήθου μόνον ἤ πράσου ἀλλὰ καὶ τινος τῶν ἀξιολόγως τεμνόντων οἷον ὑσσώπου καὶ γλήχωνος καὶ θύμβρας καὶ πεπέρεως καὶ θύμου· ἀλλὰ πεπέρεως μὲν λεπτὸν ἐπιπάττειν ὠτῶ, τὰ δ’ ἄλλα συνεψεῖν.