Ancient Greek · ~2 min
Section 116
Galen, De victu attenuante 116
Not analysed yet
καὶ μὶν δὴ καὶ εἴ κοτε δεήσειε γάλακτι χρῆσθαι, καὶ τοῦτο διά τινος τῶν τοιούτων ἑψείσθω· μέλιτι δὲ μιγνύμενον γάλα τοῖς μὲν κατά θώρακα πάθεσιν ὀά ἀνεπιτήδειον, εἰς δὲ τά καθ’ ἧπάρ τε κα· ὶ σπλῆνα βλαβερώτατον ὅσα γε λεπτυνούσης χρῄζει διαίτης· ἀεὶ γὰρ τούτου χρὴ μεμνῆσθαι τοῦ κατ’ ἀρχὰς εὐθὺς εἰρημένου καὶ μὴ νομίζειν ἁπλῶς γεγράφθαι τὰ μόρια χωρὶς τοῦ πάσχειν κ’ ὧς εἴρηται.