Ancient Greek
Section 117
Galen, De victu attenuante 117
Not analysed yet
παχυχυμότατον <μὲν οὖν> γάλα τὸ τυρωδέστατον, οἷονπερ ἑαὶ τὸ βόειον καὶ τὸ τῆς ὑός, λεπτότατον δὲ [καὶ] <τὸ> ὀρρωδέστατον, οἷονπερ ἐστὶ τὸ ὄνειον, ἐν τῷ μέσῳ δ’ ἀμφοῖν τὸ τῆς αἰγός· ἀλλά τὸ μὲν ἑφθὸν παχυχυμότατόν ἐστιν· ἀναλίσκει γάρ ἡ ἕψησις ἐξ αὐτοῦ τὸ λεπτότερόν τε καὶ ὀρρωδέστερον· εἰ δὲ καὶ μέλιτος ἢ ἀλῶν ἢ ἀμφοτέρων προσλάβοι, πολὺ δὴ μᾶλλον ἔτι λεπτότερον ἔσται.