Ancient Greek
Section 13
Galen, De victu attenuante 13
Not analysed yet
τὰ τοίνυν ἁπαλὰ καὶ νέα πάντα διὰ τὸ πλῆθος ἔτι τῆς ὑγρότητος ἢν ἔτ’ αύξανόμενα κέκτηται, μέτρια ταῖς δυνάμεσίν ἐστιν, ὧς καὶ μικρῷ πρόσθεν εἴρηται, καὶ διὰ τὴν αἰτίαν τήνδε πολλὰ τῶν φαρμακωδῶν, ἔστ’ ἂν ἔτι φύηται καὶ αὔξηται, παραπλησίως τοῖς ἐδέσμασιν ἐσθίεται, καθάπερ οἵ τε τοῦ σιλφίου καὶ οἶ τοῦ νάπυος κα· υλοὶ καὶ προσέτι τούτοις πυρέθρου τε καὶ σκολύμου καὶ ἠρυγγίου καὶ ἄλλων μυρίων, ἃ δὴ καλεῖν ἔθος ἡμῖν ἐστιν λάχανα τῷ μικρὸν ὕστερον αὐτῶν ἕκαστον ἀκανθῶδές τε γίνεσθαι καὶ μηδὲ τοῖς βοσκήμασιν ἐδώδιμον ὑπάρχειν.