Ancient Greek
Section 14
Galen, De victu attenuante 14
Not analysed yet
εἰδέναι δὲ δεῖ πάντα τὰ τοιαῦτα τελειωθέντα μὲν ἱκανῶς τμητικά, φυόμενα δὲ καὶ αὐξανόμενα μετρίως λεπτύνειν· οὕτω γέ τοι καὶ ἡ ἀκαλήφη πρὶν ξηρανθῆναι παραπλησίως γε μαλάχαις καὶ τοῖς τεύτλοις ἐδώδιμος ὑπάρχει, μάραθρον δὲ καὶ πήγανον καὶ κορίανον καὶ ἄνηθον ἐκ τῆς αὐτῆς ἐστι τούτοις ἰδέας πρὸς τῷ καὶ θερμαίνειν ἐπιφανῶς.