Ancient Greek · ~2 min
Section 27
Galen, De victu attenuante 27
Not analysed yet
οὕτως γοῦν καὶ τὸ τῆς μήκωνος σπέρμα πολὺ τῆς μήκωνος αὐτῆς ἐστι μετριώτερον, ὥστε καὶ τοῖς ἄρτοις ἐπιπάττουσιν αὐτὸ καὶ πολλοῖς τῶν ἄλλων πεμμάτων μιγνύουσιν ὧς οὐδεμίαν ἔχον βλάβην· ἀλλ’ ὅτι μὲν καὶ τοῦτο ψύχει, δῆλον ἐκ τοῦ καρηβαρές τ’ εἷναι καὶ ὑπνῶδες, οὐ μὴν ὁμοίως γε τῇ μήκωνι, ἁλλ’ ὅσον ὁ ὀπὸς αὐτῆς εἰς ψῦξίν ἐστιν ἰσχυρότερος, τοσοῦτον αὕτη τοῦ σπέρματος· ὑπνῶδες δὲ καὶ τὸ τῆς θριδακίνης σπέρμα· καὶ γὰρ καὶ τοῦτο τὸ λάχανον ὑγρόν τ’ ἐστὶ καὶ ψυχρόν· ὥστε χρὴ φυλάττεσθαι ταῦτα τὰ σπέρματα τὸν διαίτῃ λεπτυνούσῃ χρώμενον.